Ancient Greek
Chapter 7, Verse 21
Catenae (Novum Testamentum), Catena In Epistulam Ad Romanos (typus Monacensis) 7.21.1
Not analysed yet
Χρυσοστόμου. Ἀσαφὲσ τὸ εἰρημένον. τί οὖν ἐστι τὸ λεγόμενον; ἐπαινῶ τὸν νόμον φησὶ, κατὰ τὸ συνειδός. καὶ αὐτὸν δὲ εὑρίσκω ἐμοὶ τῷ βουλομένῳ τὸ καλὸν ποιεῖν, συνήγορον καὶ ἐπιτείνοντά μοι τὸ βούλημα. ὥσπερ γὰρ ἐγὼ αὐτῷ συνήδομαι, οὕτως καὶ αὐτὸς ἐπαινεῖ τὴν γνώμην ἐμοί. ὁρᾷς πῶς δείκνυσι τὴν μὲν τῶν καλῶν καὶ τῶν μὴ τοιούτων γνῶσιν ἐξ ἀρχῆς ἡμῖν καταβεβληένην· τὸν δὲ νόμον Μώσεως ἐπαινοῦντα αὐτὴν, καὶ ἐπαινούμενον παρ’ αὐτῆς; οὐδὲ γὰρ ἀνωτέρω εἶπεν ὅτι διδάσκομαι παρὰ τοῦ νόμου· ἀλλὰ σύμφημι τῷ νόμῳ· οὔτε προϊὲν1 ὅτι παιδεύομαι παρ’ αὐτοῦ, ἀλλ’ ὅτι συνήδομαι αὐτῷ. τί δέ ἐστι συνήδομαι; ὁμολογῶ ὡς καλῶς ἔχοντι. ὥσπερ οὖν καὶ αὐτὸς ἐμοὶ τῷ θέλοντι ποιεῖν τὸ καλόν· ὥστε τὸ θέλειν τὸ καλὸν καὶ τὸ μὴ θέλειν τὸ πονηρὸν, ἄνωθεν ἦν προκαταβεβλημένον. ὁ δὲ νόμος ἐλθὼν, καὶ ἐν τοῖς κακοῖς κατήγορος ἐγένετο πλείων, καὶ ἐν τοῖς ἀγαθοῖς ἐπαινέτης μείζων. ὁρᾷς πανταχοῦ ἐπίτασίν τινα καὶ προσθήκην αὐτῷ μαρτυροῦντα μόνον· πλέον δὲ οὐδέν· καὶ γὰρ ἐπαινοῦντος αὐτοῦ καὶ ἐμοῦ συνηδομένου καὶ θέλοντος τὸ καλὸν, τὸ κακὸν ἔτι παράκειται· καὶ ἡ πρᾶξις αὐτοῦ οὐκ ἀνήρηται· ὥστε ὁ νόμος τῷ προῃρημένῳ καλὸν τι ποιῆσαι, καὶ κατὰ τοῦτο σύμμαχος γίνεται μόνον, καθὸ καὶ αὐτὸς τὰ αὐτῶ βούλεται.