Ancient Greek
Chapter 7, Verse 21
Catenae (Novum Testamentum), Catena In Epistulam Ad Romanos (typus Monacensis) 7.21.2
Not analysed yet
Κυρίλλου. Καὶ ἄθρει δὴ πάλιν ὡς σοφῶς καὶ εὐτέχνως ἀποδέχεται τὸν νόμον· οὐχ ὡς τῆς ἁμαρτίας τὸ κέντρον ἀπαμβλύνειν ἰσχύοντα· οὔτε μὴν κατανεκροῦν οἷόν τε τὴν ἐν ἡμῖν ἁμαρτίαν. ἀλλ’ ὡς ἐνιέντα μόνον τῷ νῷ τὴν τοῦ συμφέροντος γνῶσιν. εἰ γὰρ ἐμοί, φησι, παράκειται τὸ κακὸν ὡς ἐνοικοῦν τῇ σαρκί· κατακιβδηλεύει γε μὴν ὁ νόμος αὐτὸ, χαρίζεται τὴν ἐπικουρίαν, καὶ νοεῖται σύμβουλος· οὐ μὴν ἔτι καὶ λυτρωτής. δεῖ δὲ πάντως τοῖς ἀρρωστοῦσι τὴν ἁμαρτίαν, οὐ τοῦ δειδέναι μόνον, ὅτι τὰ ἀμείνω προσήκει δρᾶν αὐτοὺς, ἀλλὰ καὶ τοῦ δύνασθαι κατορθοῦν, ἅπερ ἃν εὖ ἔχοι, καὶ τῷ νόμῳ δοκῇ. καθάπερ ἀμέλει καὶ τοῖς ἐθέλουσιν εὐδοκιμεῖν ἐν μάχῃ οὐκ ἀπόχρη πρὸς τοῦτο γυμνὴ καὶ μόνη τῶν τακτικῶν εἴδησις. ἀλλ’ εἰ προσυπάρχοι τούτῳ καὶ τὸ εὐσθενὲς, εἶεν ἃν οἱ τοιοίδε τότε δὴ μόλις λαμπροὶ καὶ περίβλεπτοι. οὐκοῦν εἰ διδάσκει μὲν ὁ νόμος τὸ ἐν ἀγαθοῖς εὐτεχνὲς, κατ’ οὐδένα τρόπον δὲ τοῖς πλεονεκτουμένοις ἐπικουρεῖ, τὴν ἁμαρτίαν ἀπονευρῶν, καλὸς μὲν ἔστι καὶ διδάσκαλος, οὐ μὴν ἔτι καὶ ἐν ἴσῳ χάριτι τῇ διὰ Χριστοῦ καταλογισθείη ἃν εἰκότως· τοῦ καὶ σοφοῦν ἰσχύοντος, καὶ ἀλκιμωτέρους ἡμᾶς ἀποφαίνοντος τοῦ κακοῦ.