Ancient Greek
Chapter 7, Verse 24
Catenae (Novum Testamentum), Catena In Epistulam Ad Romanos (typus Monacensis) 7.24.2
Not analysed yet
Κυρίλλου. Τέως δὲ σχετλιάζει καὶ κατακράζει τῆς σαρκός· καὶ σῶμα θανάτου, τὸ ἀπὸ γῆς καὶ φιλήδονον βαλεῖ· διὰ τὸ νοσεῖν ἐν αὐτῷ τῆς ἁμαρτίας τὸν νόμον· ζητεῖν δὲ λέγει τὸν δυνάμενον τῶν τοιούτων ἀπαλλάξαι κακῶν. καὶ ἵν εὐαφόρμως ἡμῖν εἰσαγάγῃ τὸν λυτρωτὴν, τουτέστι, Χριστόν. ᾧ καὶ τὴν πᾶσαν ὁμολογεῖ χάριν. δι’ αὐτοῦ γὰρ λελυτρώμεθα, οὐ τῆς σαρκὸς, ἀλλὰ τοῦ θανάτου τῆς σαρκός. οὐκ ἀποθανόντεσ p ἀλλὰ τοῦ ἐν τοῖς μέλεσι θανάτου· τουτέστι τῆς ἐν τοῖς μέλεσιν ἀγρίας ἡδονῆς, ἐλευθε- ρωθέντες. κρείττους γὰρ ἡμᾶς ἀπέφηνεν ὁ Χριστὸς ἡδονῆς καὶ ἁμαρτίας·