Ancient Greek
Chapter 7, Verse 24
Catenae (Novum Testamentum), Catena In Epistulam Ad Romanos (typus Monacensis) 7.24.3
Not analysed yet
Γενναδίου. Οὐκ εἶπε δὲ κακὸς ἐγὼ ἄνθρωπος· οὐδὲ πονηρὸς, ἀλλὰ “ταλαίπωρος.” προδιηγησάμενος γὰρ καὶ δείξας αὐτὸν, τῷ νῷ μὲν ὁρῶντα πρὸς τὰ καλὰ, ὑποσυρόμενον δὲ πρὸς τὰ φαῦλα τῷ παθητῷ τῆς σαρκὸς, ελότως ὡς ἐλεεινὸν ταλαίπωρον προση- γόρευσε, καὶ οὐχ ὡς μισητὸν πονηρόν. θαυμασιώτατα δὲ ἔφη τὸ, “τίς . “ἐμφαίνων διὰ τῆς ἀπορήσεως, τὸ τοῦ πράγματος δύσκολον. τίς οὖν ἄρα φησὶ τοσοῦτος, ὅς με τῆς τυραννδος τοῦ σώμα- τος ἀπαλλάξει· ὑφ’ ἧς πρὸς ἁμαρτίαν καθελκόμενος, θανατοῦμαι; σῶμα γὰρ θανάτου, τὸ θανάτου παραίτιον λέγει· ἐκ τοῦ ἀποτε- λέσματος αὐτὸ προσειπών. ὑποδείξας δὲ αὐταρκῶς τὴν ἀνάγκην, καὶ δηλώσας τὸ τοῦ πράγματος μέγεθος, ἐπάγει, μετ’ εὐχαριστίας καὶ ὕμνου τὸν εὐεργέτην δηλῶν. “εὐχαριστῶ τῷ Θεῷ μοῦ διὰ “Ἰησοῦ Χριστοῦ.” τοῦτο λέγων ὅτι χάρις τῷ φιλανθρώπῳ Θεῷ, δωρησαμένῳ τὴν ἀθανασίαν ἡμῖν καὶ τὴν ἀπάθειαν, διὰ τῆς οἰκο- νομίας, τῆς κατὰ τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστόν. ὃς μεγαλο- φώνῳ πρὸς ἡμᾶς κηρύγματι κέκραγε. “δεῦτε πρός με πάντες “οἱ κοπιῶντες καὶ πεφορτισμένοι, κἀγὼ ἀναπαύσω ὑμᾶς.”