Ancient Greek
Chapter 7, Verse 24
Catenae (Novum Testamentum), Catena In Epistulam Ad Romanos (typus Monacensis) 7.24.5
Not analysed yet
Θεοδωρήτου. Ἢ ἁπλῶς θανάτου σῶμα καλεῖ, ὡς ὑπὸ τὸν θάνατον γεγἐνήμενον τουτέστι θνητόν. ἡ ψυχὴ γὰρ ἀθάνατος· δείκνυσι δὲ τὸν νόμον ἐπικουρῆσαι μὴ δυνάμενον, μὴ δὲ τοῖς πρὸ τῆς χάριτος ὑπὸ τῆς ἁμαρτίας πολιορκηθεῖσι. τούτων γὰρ τὸ πρόσωπον ἀναλαβὼν, ὡς μηδεμίας συμμαχίας ἑτέρωθεν οὔσης, στένει πικρὸν καὶ ὀδύρεται· μόνος δέ, φησιν, ὁ Κύριος ἡμῶν Ιησοῦς Χριστὸς τῆς πικρᾶς ἡμᾶς ἐλευθέρωσε δυναστείας. τὸν μὲν θάνατον λύσας, τὴν δὲ ἀθανασίαν ἡμῖν παρασχόμενος, καὶ τὴν ἄπονον καὶ ἄλυπον βιοτὴν, καὶ τὴν πολέμου δίχα καὶ ἁμαρ- τίας ζωήν. τούτων μέντοι τὴν ἀπόλαυσιν κατὰ τὸν μέλλοντα δεξόμεθα βίον. ἐν δὲ τῷ παρόντι τῆς τοῦ Παναγίου Πνεύματος χάριτος ἀπολαύοντες, οὐ μόνοι κατὰ τῶν παθημάτων παραταττόμεθα· ἀλλ’ ἐκείνην ἐπίκουρον ἔχοντες, περιγενέσθαι τούτων δυνάμεθα.