Ancient Greek
Chapter 7, Verse 24
Catenae (Novum Testamentum), Catena In Epistulam Ad Romanos (typus Monacensis) 7.24.4
Not analysed yet
Σευηριανοῦ. Θεωρήσας τοίνυν τῷ νῷ τὸν διὰ τοῦ σώματος κατὰ τῆς ψυχῆς γενόμενον πόλεμον· καὶ δι’ αὐτοῦ τὸν ἄνθρωπον αἰχμαλωτιζόμενον, ζητεῖ καταφυγὴν σωτηρίας, καὶ τὸν ῥυόμενον περιβλέπεται· ἵνα αὐτοῦ τὸ σῶμα τοῦ θανάτου, εἰς σῶμα ζωῆς μεταποιήσῃ. εἶτα, ὡς εὑρεθέντος τοῦ ῥυομένου, καὶ ἑτοίμου ὄντος πρὸς τὴν χάριν, τὴν πρέπουσαν εὐχαριστίαν ἀναπέμπει τῷ Θεῷ, “διὰ Ἰησοῦ Χριστοῦ,” δι’ οὗ αὐτῷ καὶ τὸ ῥυσθῆναι τοῦ πολεμίου προσεγένετο. οὐ λέγει δὲ ἁπλῶς· οὐδὲ εὔχεται ῥυσθῆναι τοῦ σώματος, ἀλλὰ τοῦ κατασχόντος τὸ σῶμα θανάτου τῇ ἁμαρτίᾳ. θέλει γὰρ ζωῆς ἑαυτοῦ εἶναι τὸ σῶμα, οὐ θανάτου, οὐδὲ ἁμαρτίας·