Ancient Greek
Chapter 7, Verse 7
Catenae (Novum Testamentum), Catena In Epistulam Ad Romanos (typus Monacensis) 7.7.3
Not analysed yet
Σευηριανοῦ. Οὐκ εἶπεν οὐκ ἐποίησα· ἀλλ’ “οὐκ ἔγνων.’ ὥστε οὐ τοῦ ποιεῖν, ἀλλὰ τοῦ διαγινώσκειν τὴν ἁμαρτίαν, ὁ νόμος αἴτιος· παιδευτικὸς οὖν ὁ νόμος· μὴ συγχωρῶν διὰ τῆς ἀγνοίας εἰς τὴν τῶν ἀλόγων ἐκπίπτειν φύσιν· ἐκεῖνο μέντοι ζητητέον, πῶς ἐνταῦθα εἰπὼν, “τὴν ἁμαρτίαν οὐκ ᾔδειν, εἰ μὴ διὰ νόμου,” ἐν ἑτέροις δείκνυσιν, ὅτι ἔχομεν ἐν ἑαυτοῖς τὸ διακριτικὸν, ἐν οἷς φησί· “ὅταν γὰρ ἔθνη τὰ μὴ νόμον ἔχοντα, φύσει τὰ τοῦ νόμου “ποιῇ·” παρίστησι γὰρ διὰ τούτων ὅτι καὶ ἄνευ νόμου ἐνῆν συνορᾶν τὰ δέοντα. λεκτέον δὲ ὅτι εἰ καὶ ἐνῆν, ἀλλ’ οὐ πάντα· οὕτω γε καὶ νῦν ἔτι ἔνια παρ’ ἄλλοις ἔθνεσιν ὡς καλὰ καὶ ἔννομα πολιτεύεται· παρ’ ἄλλοις δὲ ὡς ἄνομα καὶ κακῶς ἔχοντα ἐκβάλλεται· διὸ δὴ ἀναγκαία τοῦ νόμου ἡ δόσις· διορίζουσα ἡμῖν τά τε πρακτέα καὶ τὰ μή· καὶ διαρθροῦσα καὶ φωτίζουσα τοῦ δικαίου τὴν πολιτείαν.