Ancient Greek
Chapter 7, Verse 7
Catenae (Novum Testamentum), Catena In Epistulam Ad Romanos (typus Monacensis) 7.7.4
Not analysed yet
Κυρίλλου. Ἄθρει δὴ ὅπως σοφῶς τοὺς ἐπὶ τῷ νόμῳ ποιεῖται λόγους. ἔφη μὲν γὰρ, ὅτι “ὅτε ἦμεν ἐν τῇ σαρκὶ, τὰ παθήματα “τῶν ἁμαρτιῶν τὰ διὰ τοῦ νόμου ἐνηργεῖτο ἐν τοῖς μέλεσιν ἡμῶν· ἀπήλλακτο δ’ ἃν οὐδαμῶς ὑποψίας ὁ λόγος· ἔφη γὰρ ἄν τις πρὸς ταῦτα εὐθύς· βραβευτὴς οὖν ἄρα καὶ εἰσηγητὴς τῆς ἁμαρτίας ὁ νόμος. εἰ γάρ ἐστιν ἀληθὲς ὡς ἐνεργεῖται δι’ αὐτοῦ ἐν ἡμῖν τὰ παθήματα τῆς σαρκὸς, πῶς οὐκ ἃν νοοῖτο καὶ ἁμαρτίας γένεσις; τί οὖν ὁ μυσταγωγός; δριμὺς ἀπαντᾷ· καὶ ἀποφάσκει μὲν, ὅτι οὐ πατὴρ ἁμαρτίας ὁ νόμος· αἰτιᾶται δὲ τὴν ἀνθρώπου φύσιν ὡς ἀσθενῆ μᾶλλον, καἰ δι’ αὐτοῦ παθοῦσαν τὸ ἐναλῶναι δίκαις. ταύτῃ τοι φησίν. “τί οὖν ἐροῦμεν; ὁ νόμος ἁμαρτία; μὴ γένοιτο. ἀλλὰ “τὴν ἁμαρτίαν οὐκ ἔγνων, εἰ μὴ διὰ νόμου.” ὅρα τοίνυν ὅτι οὐκ εἶπε τὴν ἁμαρτίαν οὐκ εἶχον εἰ μὴ διὰ νόμου· ἀλλ’ ὅτι μὴ ἔγνων μᾶλλον αὐτήν· οὐκοῦν οὐ πρόφασις ἁμαρτίας ὁ νόμος· παραδεικτικὸς δὲ μᾶλλον αὐτῆς. τοῖς οὐκ εἰδόσιν αὐτὴν ἐμφανῆ καθιστάς· οὐχ ἵνα μαθόντες ἐργάσοιντο· εἴ γε καὶ πρὶν εἰδέναι πάντως που καὶ ἔδρων. “οὐ γὰρ ἦν δίκαιος οὐδὲ εἷς,” κατὰ τὴν τοῦ ψάλλοντος φωνήν. ἀλλ’ ἵνα τὸ ἀδικοῦν εἰδότες, πρὸς τὰ ἀμείνω μεταχω- ρήσειαν. Καί μοι δοκεῖ γενέσθαι τι τοιοῦτον τοῖς ἀρχαιοτέροις διὰ τοῦ Μώσεως ἐντολῆς. ὑποκείσθω τῷ λόγῳ πλατεῖα τίς οἱμος· ἀποκομίζουσά ποι· καὶ διερρίφθω μὲν ἐν αὐτῇ πολλὴ διὰ μέσου χερμάς· ὀρωρύχθων δὲ εἰ δοκεῖ καὶ βόθροι. εἶτά τινες ἔστωσαν οἱ ἐν νυκτὶ καὶ σκότῳ βαδίζοντες ἐν αὐτῇ· περιπταίοντές τε καὶ μάλα συχνῶς τοῖς διὰ μέσου κειμένοις· καὶ μὴν βόθροις ἀβουλήτως ἐγκαθιέμενοι. ἔχοντος δὲ ὧδε τοῦ πράγματος. δάδα τίς λαβὼν, ἐπ’ αὐταῖς ἔστησε ταῖς τριόδοις· ἐμφανῆ καθιστὰς τοῖς ἰοῦσι τὰ μεταξύ· οὐχ ἵνα πάλιν αὐτοῖς περιπταίωσιν, ἀλλ’ ἵνα ἀπαλλάττοιντο τοῦ κακοῦ. ἆρ᾿ οὖν ἠδίκησε τὸ φῶς, ὅτι παρέδειξε τὸ λυποῦν; ἣ μᾶλλον ἐκεῖνο φαμέν· ὡς πλείστην ὅσην αὐτοῖς ἐνεποίει τὴν ὄνησιν; ἀπετέλει δὲ καὶ ἀσφαλεστέρους; ἀλλ’ οἶμαι τοῦτό ἐστιν οὐδενὶ τῶν ὄντων ἀσυμφανές. ὅτε τοίνυν ὄντες ἁμαρτωλοί· πλείστοις τὲ ὅσοις ἐγκλήμασι περιπταίοντες, ἐγνώκαμεν διὰ τοῦ νόμου τὴν ἁμαρτίαν. οὐχ ἁμαρτία μᾶλλον ὁ νόμος νοοῖτ’ ἃν εἰκότως ἣ λέγοιτο· πολλοῦ γε καὶ δεῖ. παραδεικτικὸς δὲ μᾶλλον τῆς ἁμαρτίας, ὡς ἔφην.