Ancient Greek
Chapter 7, Verse 9
Catenae (Novum Testamentum), Catena In Epistulam Ad Romanos (typus Monacensis) 7.9.12
Not analysed yet
Χρυσοστόμου. Ἀλλὰ ταῦτα μὲν καὶ οἱ περὶ τῆς ἐν τῷ παραδείσῳ ἐντολῆς καὶ τοῦ φυσικοῦ νόμου τὸ ῥητὸν ἐκλαμβάνοντες. ἴδωμεν δὲ, ὡς οὐ σφόδρα τῆς ἀκριβείας ἔχονται· πανταχοῦ γὰρ σκοπὸς τῷ Παύλῳ, τὸν Μωσαϊκὸν παῦσαι νόμον· πρὸς δὲ ἐκείνους, οὐδένα λόγον ἔχει. καὶ μάλα εἰκότως· τοῦτον γὰρ οἱ Ἰουδαῖοι δεδοικότες καὶ φρίττοντες, ἐφιλονείκουν τῇ χάριτι· τὴν δὲ ἐντολὴν τὴν ἐν τῷ παραδείσῳ, οὐδὲ νόμον ποτὲ φαίνεται καλέσας, οὔτε Παῦλος οὔτε ἄλλος οὐδείς. ἵνα δὲ καὶ ἀπ’ αὐτῶν τῶν εἰρημένων τοῦτο σαφέστερον γένηται, ἐπεξέλθωμεν τοῖς ῥηθεῖσι· μικρὰ ἀνωτέρω τὸν λόγον ἀναγαγόντες. περὶ γὰρ πολιτείας αὐτοῖς ἀκριβοῦς διαλεχθεὶς, ἐπήγαγεν· “ἣ ἀγνοεῖτε ἀδελφοὶ, ὅτι ὁ νόμος “τοῦ ἀνθρώπου κυριεύει, ἐφ’ ὅσον χρόνον ζῇ; ὥστε καὶ ὑμεῖς “ἐθανατώθητε τῷ νόμῳ.” οὐκοῦν εἰ περὶ τοῦ φυσικοῦ ταῦτα εἴρηται, εὑρεθησόμεθα μὴ ἔχοντες νόμον φυσικόν· εἰ δὲ τοῦτο ἀληθὲς, τῶν ἀλόγων ἐσμὲν ἀνοητότεροι. ἀλλ’ οὐκ ἔστι ταῦτα οὐκ ἔστι· περὶ γὰρ τοῦ ἐν τῷ παραδείσῳ οὐδὲ φιλονεικεῖν ἀναγκαῖον. ἵνα μὴ περιττὸν ἀναδεξώμεθα πόνον πρὸς τὰ ὡμολογημένα ἀποδυόμενοι· πῶς οὖν φησὶ, “τὴν ἁμαρτίαν οὐκ ἔγνων, “εἰ μὴ διὰ νόμου;” οὐ τὴν καθόλου λέγων ἀγνοίαν· ἀλλὰ τὴν ἀκριβεστέραν γνῶσιν· εἰ γὰρ περὶ τοῦ φυσικοῦ τοῦτο εἴρηται, πῶς ἃν τὸ ἑξῆς ἔχοι λόγον; “ἐγὼ,” γάρ φησι, “ἔζων χωρὶς νόμου ποτέ οὔτε γὰρ ὁ Ἀδὰμ οὔτε ἄλλος ἄνθρωπος οὐδὲ εὶς οὐδεποτε φαίνεται χωρὶς νόμου ζήσας φυσικοῦ· ὁμοῦ τὲ γὰρ αὐτὸν ἔπλαττεν ὁ Θεὸς, καὶ ἐκεῖνον ἐντίθει τὸν νόμον αὐτῶ. σύνοικον νόμον ἀσφαλῆ παρακαθιστὰς τῇ φύσει πάσῃ. χωρὶς δὲ τούτων, οὐδαμοῦ φαίνεται τὸν φυσικὸν νόμον ἐντολὴν καλέσας· τοῦτον δὲ καὶ ἐντολὴν ἁγίαν καὶ δικαίαν καλεῖ· καὶ νόμον πνευματικόν· ὁ δὲ φυσικὸς, οὐκ ἀπὸ πνεύματος ἡμῖν ἐδόθη. καὶ γὰρ βάρβαροι καὶ Ἓλληνες, καὶ πάντες τὸν νόμον τοῦτον ἔχουσιν οἱ ἄνθρωποι· ὅθεν δῆλον, ὅτι περὶ τοῦ Μωσαϊκοῦ ἄνω καὶ κάτω καὶ πανταχοῦ διαλέγεται.