Ancient Greek
Chapter 7, Verse 9
Catenae (Novum Testamentum), Catena In Epistulam Ad Romanos (typus Monacensis) 7.9.13
Not analysed yet
Φωτίου. Ἐκ δευτέρου δὲ ἔφη τὸ, “λαβοῦσα ἡ ἁμαρτία “ἀφορμὴν διὰ τῆς ἐντολῆς.” τὰ αὐτὰ ποικίλως κατασκευάζων· καὶ εἰκότως· μεγάλην γὰρ εἶχε δόξαν ὁ νόμος. δείκνυσιν οὖν αὐτὸν μηδὲν ὠφελοῦντα, ἀλλ’ ἐκ περιστάσεως καὶ βλάψαντα· ἵνα εὐπαράδεκτος γένηται, κηρύσσων τὸ ἀφεῖναι μὲν αὐτὸν προδραμεῖν δὲ τῇ πίστει Χριστοῦ. Ἀλλοσ δὲ, ἀνωτέρω εἰπὼν, “ἀφορμὴν λαβοῦσα ἡ ἁμαρτία διὰ “τῆς ἐντολῆς κατειργάσατο ἐν ἐμοὶ πᾶσαν ἐπιθυμίαν,” ἐπάγει ὅτι οὐ μόνον ἐπιθυμίαν πᾶσαν κατειργάσατο· ἀλλὰ καὶ ἐθανάτωσέ με. αὐτή μοι γενομένη εἰς θάνατον· εἶτα ὡς ἔθος αὐτῷ αἰτίας αἰτίαις συνείρειν, καὶ τὴν ἀκολουθίαν ἐνδεικνύναι τῶν πραγμάτων ἐν τοῖς λόγοις, ἀνατρέχει καὶ τίθησι πῶς κατειργάσατο πᾶσαν ἐπιθυμίαν. καὶ φησὶ ὅτι “ἀφορμὴν λαβοῦσα, ἐξηπάτησέ με.” εἶτα ἀφῆκε τὸ προρρηθὲν νοεῖν ἐνταῦθα· ὅτι, ἐκ τούτου δὲ εἰργάσατο· τι εἰργάσατο; τὴν ἐπιθυμίαν· καὶ τοῦτο ἀφεὶς, ἐπισυνάπτει τὸ τέλος. “καὶ ἀπέ- “κτεινεν·” ἱν ᾖ κατὰ συνέχειαν, εἰ τις ἀναλάβοι οὕτως αὐτῷ εἰρημένον. “ἀφορμὴν λαβοῦσα ἡ ἁμαρτία κατειργάσατο ἐν ἐμοὶ πᾶσαν “ἐπιθυμίαν.” τὴν δὲ ἐπιθυμίαν κατειργάσατο, ἀπατήσασα, τουτέστι δελεάσασα· ἐργασαμένη δὲ τὴν ἐπιθυμίαν, ἀπέκτεινέ με. ἔστιν οὖν ἡ ἀπάτη αἰτία τῆς ἐπιθυμίας. ἡ δὲ ἐπιθυμία, τοῦ θανάτου· τὴν δὲ ἀπάτην εἰργάσατο διὰ τῆς ἐντολῆς ἡ ἁμαρτία· ἵνα φανῇ τὸ ὑπερβάλλον τῆς κακίας αὐτῆς· διὰ τοῦ ἀγαθοῦ τὸ κάκιστον ἐργαζομένης.