Ancient Greek
Chapter 7, Verse 9
Catenae (Novum Testamentum), Catena In Epistulam Ad Romanos (typus Monacensis) 7.9.6
Not analysed yet
Ωριγέσνουσ. Ἅπας τοιγαροῦν ἄνθρωπος ἔζη χωρὶς νόμου ποτὲ, ὅτε παιδίον ἦν· ὅτε οὐκ ἦν ἐπιτίμησις. ἄγνοια γὰρ κολάσει οὐχ ὑπόκειται· καὶ παντὶ ἀνθρώπῳ ἦλθε ποτὲ ἢ ἐντολή. πότε, ἣ ὅτε ἀνεπλήρωσε τὸν λόγον, καὶ νενόηκε τὴν ἐντολὴν προστάττουσαν μὲν τὰ τοιάδε· ἀπαγορεύουσαν δὲ τὰ τοιάδε; ἅμα δὲ τῷ ἐλθεῖν τὴν ἐντολὴν, κατὰ τὸν πρῶτον αὐτῆς καιρὸν ὑφίσταται ἡ κακία. ἢ ὡς ὁ Παῦλος φησὶν, ἀναζῇ ἡ ἁμαρτία, τέως οὖσα νεκρά. ἐπεὶ δὲ μὴ πέφυκεν ἁμαρτία ἅμα ζῆν καὶ ὁ ἔσω ἄνθρωπος, διὰ τοῦτο ἐλθούσης τῆς ἐντολῆς, ἡ μὲν ἁμαρτία ἀναζῇ, ἡ δὲ ψυχὴ ἀποθνήσκει. κατὰ τὸ, “ψυχὴ ἁμαρτάνουσα, αὐτὴ καὶ ἀποθανεῖται·” τὸ γὰρ “ἀγὼ,” ἐπὶ τὸν ἔσω ἄνθρωπον καὶ ἐπὶ τὴν ψυχὴν ἀναφέρεται. περιίσταται τοίνυν τὸ ζωοποιὸν ἀγαθὸν ἡ τοῦ νόμου πρόσταξις, εἰς θανάτου πρόφασιν· ἧς γὰρ ἄνευ, τὴν ἁμαρτίαν οὐχ οἷόν τε ἁμαρτίαν εἶναι, οὐδὲ καταδικάζειν θανάτῳ τὸν ἄνθρωπον. διὰ ταύτης δή που καὶ τὸ τῆς πονηρίας ἔγκλημα καὶ τὸ τῆς κολάσεως επιτιμιον συνίσταται.