Ancient Greek
Chapter 7, Verse 9
Catenae (Novum Testamentum), Catena In Epistulam Ad Romanos (typus Monacensis) 7.9.7
Not analysed yet
Θεοδώρου Μονάχου. τινὲς δὲ τὸ, “ἐγὼ ἔζων χωρὶς νόμου “ποτὲ,” καὶ τὰ ἑξῆς, περὶ τοῦ ἀδὰμ λέγειν φασὶ τὸν Ἀπόστολον· ὡς ὅτε εὐθὺς ἐγένετο, ἔξω νόμου τυγχάνοντος· πρὶν ἢ δέζασθαι παρὰ τοῦ Θεοῦ τῆς ἀποχῆς τοῦ φυτοῦ τὸ ἐπίταγμα. δῆλον γὰρ ὡς ἐγένετο πρῶτον· εἶτα τὴν ἐντολὴν ἐδέξατο ὕστερον· ὅθεν ἐπάγει, “ἐλθούσης δὲ τῆς ἐντολῆς,” καὶ τὰ ἑξῆς. ἐπειδὴ δέ, φησι, ὁ Θεὸς τὸν περὶ τοῦ φυτοῦ δέδωκε νόμον, καὶ διάκρισις ἐγένετο δύο πραγμάτων, ἡ ἁμαρτία παρείσδυσιν ἔσχεν. ἐγὼ δὲ τἀναντία ποιήσας τοῖς τῷ Θεῷ δεδογμένοις, θανάτῳ κατεκρίθην. ἐλήλυθε δέ, φησιν ὁ Παῦλος, ἐπὶ τούτους ἀπὸ τοῦ νόμου τοὺς λόγους· δεικνὺς ὡς οὐ φαῦλον ἡγεῖται αὐτόν. κοινῶς δὲ περὶ τῆς τοῦ νόμου φύσεως διαλέγεται· τὸ χρειῶδες αὐτοῦ διδάσκων. ὅθεν καὶ τῆς πρὸς τὸν Ἀδὰμ μέμνηται ἐντολῆς· ἐπειδὴ ἀρχὴ νόμου τοῖς ἀνθρώποις ἐκεῖνος ἐγένετο. καὶ συμπλέκων ἀμφότερα, καλῶς ἐπάγει, “ὥστε ὁ μὲν νόμος ἅγιος, καὶ ἡ ἐντολὴ ἁγία.”