Ancient Greek
Chapter 8, Verse 10
Catenae (Novum Testamentum), Catena In Epistulam Ad Romanos (typus Monacensis) 8.10.1
Not analysed yet
Θεοδωρήτου. Ἐπειδὴ τὸ, “εἴπερ” τέθεικεν· ἀμφιβολίας δὲ τοῦτο ἐστὶν, εἰκότως ἐπήγαγεν, ὡς ὁ ταύτης τῆς χάριτος ἄμοιρος, οὐδεμίαν ἔχει πρὸς τὸν Θεὸν κοινωνίαν. καὶ ἐπειδὴ ἱκανὸν ἦν τοῦτο τοὺς δεχομένους πλῆξαι, διὰ τῶν ἑξῆς θεραπεύει, “εἰ δὲ Χριστὸς,” λέγων, “ἐν ὑμῖν· τὸ μὲν σῶμα νεκρὸν διὰ ἁμαρτίας.” τῇ γὰρ ἁμαρτίᾳ προσέταξε τὸ σῶμα γενέσθαι νεκρόν· ἀντὶ τοῦ, τὴν ἁμαρτίαν μὴ ἐνεργεῖν. πνεῦμα δὲ, τὴν ψυχὴν προσηγόρευσεν, ἐν τῷ, “τὸ δὲ πνεῦμα ζωή·” ὡς πνευματικὴν ἤδη γεγενημένην. καὶ ταύτῃ μετιέναι τὴν δικαιοσύνην κελεύει· ἧς καρπὸς ἀξιέραστος ἡ ζωή.