Ancient Greek
Chapter 8, Verse 10
Catenae (Novum Testamentum), Catena In Epistulam Ad Romanos (typus Monacensis) 8.10.2
Not analysed yet
Κυρίλλου. Εἴ τις οὖν ἐστιν ἐν πνεύματι, οὗτος ἔσται καὶ ἐν δικαιοσύνῃ καὶ ἐν ζωῇ· μονονουχὶ τεθνεῶτος τοῦ τῆς ἁμαρτίας σώματος, καὶ πάσης ἀτόπου σβεσθείσης ἡδονῆς. ἀδύνατον γὰρ ἐν ταὐτῷ καὶ κἄ ἕνα καιρὸν δικαιοσύνην εἶναι καὶ ἀδικίαν, ἁγιασμὸν τὲ καὶ ἀκαθαρσίαν. πνεῦμα δὲ φαμὲν τὸ ἀνθρώπινον. ἐν δὲ τῷ, “τὸ πνεῦμα, ζωή·” τῇ τοῦ Ἁγίου Πνεύματος ζωοποιούμενον χάριτι, καὶ τῇ πρὸς αὐτὸ κοινωνίᾳ πλουτοῦν δικαιοσύνην. οὕτω γὰρ ἐσμὲν θείας φύσεως κοινωνοί. ἐνοικίζεται γὰρ ἐν ἡμῖν διὰ τοῦ Ἁγίου Πνεύματος ὁ Χριστός.