Ancient Greek
Chapter 8, Verse 10
Catenae (Novum Testamentum), Catena In Epistulam Ad Romanos (typus Monacensis) 8.10.3
Not analysed yet
Γενναδίου. Ἢ καὶ οὕτως. ὥσπερ οἱ ἐξ Ἀδὰμ τοῦ Ἀδὰμ εἶναι λεγόμεθα, τῆς φύσεως αὐτῷ κοινωνήσαντες, οὕτως οἱ τῆς πρὸς Χριστὸν Ἰησοῦν ἀξιωθέντες ἑνώσεως, εἶναι λέγονται τοῦ Χριστοῦ, διὰ τῆς ἑνὸς Πνεύματος μετουσίας. εἰ τοίνυν γνωρίζεται Χριστὸς ἐν ὑμῖν, φησὶ, τῷ τοῦ Πνεύματος αὐτοῦ μετέχειν ὑμᾶς. ὃν τρόπον ἐστὶν ἀθανασίας ἀμέτοχον τὸ σῶμα διὰ τὴν ἁμαρτίαν, οὕτως αὖ θανάτου πόρρω διὰ τὴν δικαιοσύνην, τὸ πνεῦμα. πνεῦμα τὸ πνευματικὸν προσειπὼν σῶμα, ἐκ του μεθεκτοῦ τὸ μετέχον καλέσας. ὥσπερ ἐν τοῖς εὐαγγελίοις, “τὸ γεγενημένον,” φησὶν, “ἐκ τοῦ Πνεύματος, πνεῦμα ἐστί.”