Ancient Greek
Chapter 8, Verse 11
Catenae (Novum Testamentum), Catena In Epistulam Ad Romanos (typus Monacensis) 8.11.3
Not analysed yet
Θεοδωρήτου. Ψυχαγωγεῖ δὲ τῇ τῶν μελλόντων ἐλπίδι, καὶ δίδωσιν ἱκανὴν προθυμίαν εἰς τοὺς παρόντας ἀγῶνας. οὐκ εἰς μακρὰν γάρ, φησιν, ἀθάνατα ὑμῶν ἔσται τὰ σώματα· καὶ κρείττονα τῶν νῦν ἐνοχλούντων παθημάτων γενήσεται. ποιήσει δὲ τοῦτο αὐτὸς ὁ τῶν ὅλων Θεός. ὁ νῦν ἡμῖν τοῦ πνεύματος τὸν ἀγῶνα παρασχὼν φιλοτίμως. δέδωκε δὲ αὐτοῖς καὶ ἐνέχυρον τῆς ἀναστάσεως, τοῦ Χριστοῦ τὴν ἀνάστασιν, ἐδίδαξέ τε ἡμᾶς διὰ τῶν εἰρημένων, καὶ τὴν μίαν τῆς θεότητος φύσιν, τὸ γὰρ Πανάγιον Πνεῦμα, καὶ Θεοῦ προσηγόρευσε καὶ Χριστοῦ· οὐκ ἐπειδὴ κατὰ τοὺς δυσωνύμους αἱρετικοὺς ἐκ τοῦ Θεοῦ διὰ τοῦ Υἱοῦ δεδημιούργηται. ἀλλ’ ἐπειδὴ ὁμοούσιον ἐστὶ Πατρὸς καὶ Υἱοῦ. καὶ ἐκ Πατρὸς μὲν ἐκπορεύεται, κατὰ τὴν τῶν εὐαγγελίων διδασκαλίαν. ἡ δὲ τούτου χάρις τοῖς ἀξίοις διὰ τοῦ Χριστοῦ χορηγεῖται.