Ancient Greek
Chapter 8, Verse 11
Catenae (Novum Testamentum), Catena In Epistulam Ad Romanos (typus Monacensis) 8.11.4
Not analysed yet
Κυρίλλου. Ἐγήγερταί γε μὴν ὁ Κύριος ἡμῶν Ἰησοῦς ὁ Χριστὸς παρὰ τοῦ Πατρὸς, ἐνεργουμένης πέρι τὴν σάρκα αὐτοῦ τῆς ζωῆς, διὰ τοῦ Ἁγίου Πνεύματος, ὁ ἐστιν αὐτοῦ. ὅτι γὰρ αὐτὸς τὸν ἴδιον ἐζωοποίησε ναὸν, λέγει πρὸς Ἰουδαίους, “λύσατε “τὸν ναὸν τοῦτον, καὶ ἐν τρισὶν ἡμέραις ἐγερῶ αὐτόν. οὐκοῦν κἂν εἰ ἐγηγέρθαι λέγοιτο παρὰ τοῦ Πατρὸς, ἀλλ’ οὖν αὐτὸς ἦν ὁ ἀνιστὰς, διὰ τοῦ Ἁγίου Πνεύματος. πάντα γὰρ ἐνεργεῖται τὰ θεοπρεπῆ παρὰ τοῦ Πατρὸς δι’ Υἱοῦ ἐν Πνεύματι. ἐγερεῖ τοίνυν καὶ τὰ ἡμῶν σώματα ἐκ νεκρῶν ὁ Χριστός. Τοῦ αὐτοῦ. Τὸ τοίνυν ἰσουργεῖν δυνάμενον τῷ Θεῷ Πνεῦμα, Θεὸς τέ ἐστι καὶ ἐκ Θεοῦ κατὰ φύσιν. ζωοποιοῦντος γὰρ τοῦ Πατρὸς, ὁμοίως δὲ καὶ τοῦ Υἱοῦ, ζωοποιόν ἐστι καὶ τὸ Πνεῦμα τὸ Ἅγιον. γράφει οὖν ὁ μακάριος Παῦλος, “παραγγέλλω σοι “ἐνώπιον τοῦ Θεοῦ τοῦ ζωογονοῦντος τὰ πάντα.” ἔφη δὲ καὶ ὁ Υἱὸς, “τὰ πρόβατα τὰ ἐμὰ τῆς ἐμῆς φωνῆς ἀκούει, καὶ ἀκο- “λουθοῦσί μοι. κἀγὼ δίδωμι αὐτοῖς ζωὴν αἰώνιον.” ὅτι δὲ καὶ τὸ Πνεῦμα ζωογονεῖ, γράφει πάλιν ὁ Παῦλος, “ὁ ἐγείρας Χρι- “’στὸν Ἰησοῦν ἐκ νεκρῶν, ζωοποιήσει καὶ τὰ θνητὰ ὑμῶν σώματα, “διὰ τοῦ ἐνοικοῦντος αὐτῷ Πνεύματος ἐν ὑμῖν.” Κυρίλλου. Ἀλλ᾿ εἴπερ ἦν ὄντως ποίημα καὶ κτίσμα κατὰ τὴν τῶν ἑτεροδόξων μανίαν τὸ Πνεῦμα τὸ Ἅγιον, πῶς ὅλην ἔχει τοῦ Θεοῦ τὴν ἐνέργειαν; οὐ γὰρ δή τις τοσοῦτον οἶμαι τοῦ φρονεῖν ὀρθῶς ἐκβήσεται, ὡς τολμῆσαι καὶ μόνον εἰπεῖν τὴν θείαν οὐσίαν δι’ ὀργάνων τινῶν ἔξωθεν εἰς τὸ εἶναι παρενεχθέντων διακονεῖσθαι, πρὸς ἐνέργειαν τὴν ἐξ αὐτῆς φυσικῶς διαβαίνουσαν πρός τινας τῶν ἐπιτηδείων πρὸς τὸ λαβεῖν. ἐπειδὴ δὲ ζωὴ μέν ἐστι κατὰ φύσιν ὁ Θεός· ζωοποιεῖ δὲ τὸ Πνεῦμα τὸ παρ’ αὐτοῦ χορηγούμενον, ἀνάγκη λοιπὸν ἐκ τῆς οὐσίας ὑπάρχειν ὁμολογεῖν αὐτὸ τῆς τοῦ Θεοῦ· πᾶσαν αὐτοῦ τήν τε δύναμιν καὶ τὴν ἐνέργειαν ἔχον. ὥσπερ ἃν εἰ ἐξ ὕδατος ἀτμὶς ἀναβαίνοι, καὶ δι’ ὧν ἐνεργεῖ τοὺς παρ’ οἷς ἃν γένοιτο ψύχουσα, τοῦ ἐκπέμποντος αὐτὴν τὴν φύσιν σημαίνοι. Τοῦ αὐτοῦ. Εἰ δὲ ζωοποιεῖν τὸ Πνεῦμα τὸ Ἅγιον φήσουσιν, ὡς διακονοῦν τοῖς κτίσμασι τὴν παρὰ Θεοῦ ζωὴν, οὐ μὴν αὐτόχρημα ζωὴν, ἀκουέτωσαν τοῦ μακαρίου λέγοντος Παύλου, “εἰ δὲ “τὸ Πνεῦμα τοῦ ἐγείραντος Ἰησοῦν ἐκ νεκρῶν οἰκεῖ ἐν ὑμῖν, ὁ “ἔγειρας Χριστὸν Ἰησοῦν ἐκ νεκρῶν, ζωοποιήσει καὶ τὰ θνητὰ “ὑμῶν σώματα διὰ τοῦ ἐνοικοῦντος αὐτοῦ Πνεύματος ἐν ὑμῖν.” τὸ ζωῆς οὖν Πνεῦμα τῆς κατὰ φύσιν, εἴη δήπου πάντως ἃν παρ’ αὐτὴν οὐχ ἕτερον. κατά γε τὸ ἀμωμήτως ἔχον εἰς ὀρθότητα λογισμῶν. εἴη γὰρ ἃν ὅπως οὐ ζωὴ, τὸ ῥίζαν ἔχον τὴν ζωήν ; καὶ πηγὴν ὡσπερ τινα τὴν ἀκήρατον καὶ παντὸς ἐπέκεινα γενητοῦ, Θεοῦ φύσιν;