Ancient Greek
Chapter 8, Verse 15
Catenae (Novum Testamentum), Catena In Epistulam Ad Romanos (typus Monacensis) 8.15.4
Not analysed yet
Σευηριανοῦ. τὸν δὴ νόμον πνεῦμα δουλείας εἶπε· καὶ δούλους, τοὺς ὑπὸ νόμον. τὸ γὰρ ἐπιτάττεσθαι ὑπὸ τοῦ νόμου, καὶ τῆς ἐπιταγῆς ἀμελήσαντα τὴν ἀπειληθεῖσαν τιμωρίαν φοβεῖσθαι, δουλείας σημεῖον ἐστί. τὸ δὲ ἐπιτραπῆναι πατέρα τὸν Θεὸν καλεῖν, διὰ τὴν τοῦ βίου καθαρότητα, υἱοθεσίας ἐλπίδα ἐπαγγέλλεται. εἴτε δουλείας ἐδόθη πνεῦμα, εἴτε υἱοθεσίας, τὸ αὐτὸ πνεῦμα ἐπ’ ἀμφοτέρων ἐστί. κατὰ τὸ συμφέρον καὶ ἁρμόζον εἰς ἑκάτερον τὸν λαὸν ἐνεργῆσαν, κατὰ τὴν ἀμφοτέρων ἀξίαν.