Ancient Greek
Chapter 8, Verse 15
Catenae (Novum Testamentum), Catena In Epistulam Ad Romanos (typus Monacensis) 8.15.5
Not analysed yet
Θεοδώρου Μονάχου. Ἢ τάχα τὸ, “οὐκ ἐλάβετε πνεῦμα “δουλείας,” οὐχ ὡς ὄντος πνεύματος δουλείας εἶπεν, ἀλλ’ ἀντὶ τοῦ, ταῦτα ἐμποιεῖν τὸ πνεῦμα φύσιν οὐκ ἔχει. Πνεύματος ὑμεῖς μετεσχήκατε· οὐχ ἵνα πάλιν ὑπὸ δουλείαν ἦτε, καὶ φόβον, κατὰ τοὺς ἐν νόμῳ. ταῦτα γὰρ ἐνεῖναι τοῖς παντελῆ τοῦ Πνεύματος δεξαμένοις τὴν χάριν, οὐχ ὄνον τε. ἐλάβετε δὲ Πνεῦμα υἱοὺς ἐργαζόμενον.