Ancient Greek
Chapter 8, Verse 16
Catenae (Novum Testamentum), Catena In Epistulam Ad Romanos (typus Monacensis) 8.16.6
Not analysed yet
Θεοδωρήτου. Οὐκ ἤρκεσεν ἡμῖν, φησὶν, ἡ τῆς δουλείας ἀπαλλαγή· οὐδὲ τῆς ἐλευθερίας ἡ χάρις. ἀλλὰ καὶ τῷ τῆς υἱοθεσίας ἐκοσμήθη ἀξιώματι. καὶ οὐ μόνον υἱοὶ προσηγορεύθημεν, ἀλλὰ καὶ Θεοῦ κληρονόμοι. ἐπειδὴ οὐ πᾶς υἱὸς κληρονόμος τοῦ φύσαντος γίνεται. καὶ ἐπειδὴ πολλάκις καὶ οἰκέτης δέχεταί τινα παρὰ τοῦ δεσπότου κλῆρον, οὐ μὴν κοινωνὸς καταλιμπάνεται τοῦ παιδὸς, ἀναγκαίως προστέθεικε, “συγκληρονόμοι δὲ Χριστοῦ.” ἵνα τὴν ἄφραστον φιλανθρωπίαν γυμνώσῃ.