Ancient Greek
8.16.7 to 8.16.8
Catenae (Novum Testamentum), Catena In Epistulam Ad Romanos (typus Monacensis) 8.16.7-8
Not analysed yet
Χρυσοστόμου. Εἶτα δεικνὺς, ὅτι οὐ χάριτος ἐστὶ μόνον ἡ δωρεά. καὶ ποιῶν ὁμοῦ καὶ ἀξιόπιστα τὰ εἰρημένα, ἐπήγαγεν. “εἴπερ συμπάσχομεν, ἵνα καὶ συνδοξασθῶμεν.” εἰ γὰρ ἐν τοῖς λυπηροῖς, φησι, ἐκοινωνήσαμεν αὐτῷ, πολλῷ μᾶλλον ἐν τοῖς χρηστοῖς τοῦτο ἔσται. ὃ γὰρ τοῖς οὐδὲν κατωρθωκόσι τοσαῦτα δωρη- σάμενος ἀγαθά· ὅταν ἴδῃ καὶ πονήσαντας, καὶ τοσαῦτα παθόντας, πῶς οὐχὶ μᾶλλον ἀμείψεται; Θεοδωρήτου. Ἅμα δὲ ἐμφαίνει ὡς οὐχ ἅπαντες οἱ τοῦ βαπτίσματος ἀξιωθέντες, τούτων ἀπολαύουσι τῶν ἀγαθῶν. ἀλλ’ οἱ πρὸς τούτῳ καὶ τὴν κοινωνίαν τῶν δεσποτικῶν παθημάτων καταδεχόμενοι. τοῦτο δὲ οὐχ ἁπλῶς προστέθεικεν, ἀλλ’ εἰς ψυχαγωγίαν τῶν τὰ πράγματα δεχομένων. παντοδαπὰς γὰρ ἐδέχοντο πειρασμῶν προσβολάς. οὗ δὴ χάριν παραμυθητικοὺς ἐξυφαίνει λόγους. ἀπὸ τῶν μελλόντων ψυχαγωγῶν καὶ φέρειν γενναίως τὰ παρόντα παρακαλῶν.