Ancient Greek
Chapter 8, Verse 16
Catenae (Novum Testamentum), Catena In Epistulam Ad Romanos (typus Monacensis) 8.16.9
Not analysed yet
Γενναδίου. Ἄλλως τε πρὸ ὀλίγου τῆς ἀντεξετάσεως ἁψάμενος τῆς πρὸς τὰ παλαιὰ, καὶ διὰ τῆς παράλληλα θέσεως αὐτῶν τό ὑπερέχον γνωρίσας τῆς χάριτος· εἶτα, ἵνα μὴ διὰ τὸ μέγεθος τοῖς παθηταῖς ἀμφιβάλοιτο, πιστωσάμενος αὐτὸ τῇ τοῦ Ἀγίου Πνεύματος μετουσίᾳ, μέτεισιν ἐπὶ παράκλησιν ἀκολούθως, καὶ προτρέπει μηδένα κίνδυνον ὑπὲρ τῶν τοιούτων ἀποδιδράσκειν. σφόδρα χρησίμης αὐτῷ καὶ ἀναγκαίας τῆς περὶ τούτων οὔσης διδασκαλίας. “λογίζομαι γὰρ, ὅτι οὐκ ἄξια τὰ παθήματα τοῦ “καιροῦ πρὸς τὴν μέλλουσαν δόξαν ἀποκαλυφθῆναι εἰς ἡμαᾶς.”