Ancient Greek
Chapter 8, Verse 19
Catenae (Novum Testamentum), Catena In Epistulam Ad Romanos (typus Monacensis) 8.19.10
Not analysed yet
Γενναδίου. Ματαιότητα τοιγαροῦν λεκτέον τὸν παρόντα τοῦτον βίον ἡμῶν· λέγοντος ἄντικρυς τοῦ Ἀποστόλου. ἐπεὶ τίνος χάριν οὕτω πρὸς τὴν ὑπηρεσίαν τῶν φθαρτῶν, ἅπασα συνετείνετο μὴ ἐπ’ ἐλπίσι τοιαύταις ποιεῖν αὐτῇ, Θεοῦ τοῦτο νομοθετήσαντος; καὶ τὸ, “οὐχ ἑκοῦσα,’ ἣ προσωποποιήσας εἴρηκε, κατὰ τὸ ἰδίωμα τῆς γραφῆς, ὡς εἶπον, τὸ καὶ φωνὰς καὶ ἤθη τοῖς ἀψύχοις ἣ καὶ διὰ τοὺς Ἀγγέλους τυχόν ἱν ἀπὸ τοῦ κρείττονος μέρους ὡσπερεὶ πάσης ἀύτης ᾖ τὸ λεγόμενον.