Ancient Greek
Chapter 8, Verse 19
Catenae (Novum Testamentum), Catena In Epistulam Ad Romanos (typus Monacensis) 8.19.9
Not analysed yet
Κυρίδδου. Ἢ ματαιότητα ἐνθάδε φησὶν τοὺς ζῶντας ἐν ματαιότητι· τουτέστιν, ἐν φρονήματι σαρκικῷ. περὶ ὣν ἂν λέγοιτο καὶ μάλα εἰκότως, “ἄνθρωπος ματαιότητι ὡμοιώθη.” καὶ μὴν ὅτι παρεσυνεβλήθη τῆς κτήνεσι τοῖς ἀνοήτοις, καὶ ὡμοιώθη αὐτοῖς. ματαιότης γὰρ ἀληθῶς τῶν τοιούτων ὁ βίος. τούτοις ἡ κτίσις ὑποτάσσεται· καὶ οὔ τι που πάντως ἑκοῦσα. πόθεν; πῶς δὲ δὴ ἄρα καὶ τοῦτο φαμέν; οἶδε μὲν γὰρ ὅλως τῶν καθ’ ἡμᾶς οὐδὲν, ἡ αἰσθητή τε καὶ ὁρωμένη κτίσις. οὐ γάρ ἐστι λογική. ἀλλ’ εἰ καί τις δοίη τὸ δύνασθαί τι νοεῖν αὐτὴν, οὐκ ἃν ἠνέσχετο, φησὶν, τῆς οὕτως αἰσχρᾶς δουλείας· οὐδ’ ἃν ἠθέλησεν ὑποτετάχθαι καὶ ὑπηρετεῖν τοῖς ἐπ’ οὐδενὶ τῶν ἀναγκαίων, ἤγουν ἀγαθῶν διαβιοῦν ἑλομένοις. ἀλλ’ ἐπ’ ἐλπίδι, φησὶν, τῶν σωθησομένων, καὶ τῶν κατὰ καιροὺς ἁγίων τὲ καὶ ἐκλεκτῶν ὑποτέτακται τέως. καταζεύγνυντος αὐτὴν τοῦ Θεοῦ, καὶ οἷον τηροῦντος εἰς ἐλευθερίαν τὴν τοῖς ἁγίοις καὶ τοῖς ἀγαπῶσιν αὐτόν. ἵνα δὴ μόνοις ὑπηρετῇ τοῖς αὐτοῦ τέκνοις, καὶ ταῖς τῶν ἐξειλεγμένων παρακέοιτο χρείαις. ἀλύει μὲν γὰρ μονονουχὶ, καὶ ὠδίνουσα καὶ ἀλγυνομένη· καὶ εἴπερ αὐτῇ ἦν τὸ καὶ εἰδέναι τι δύνασθαι τῶν καθ’ ἡμᾶς πραγμάτων, τάχα που καὶ ἀνοιμώξασα· πλὴν τοῖς θείοις εἴκουσα νεύμασι, καραδοκεῖ τρόπον τινὰ τὴν ἀποκάλυψιν, ὡς ἔφην, τῶν υἱῶν τοῦ Θεοῦ.