Ancient Greek
Chapter 8, Verse 19
Catenae (Novum Testamentum), Catena In Epistulam Ad Romanos (typus Monacensis) 8.19.7
Not analysed yet
Χρυσοστόμου. Τί δέ ἐστι “τῆ ματαιότητι, ἡ κτίσις ὑπε- “τάγη;” φθαρτὴ γέγονε. διατί; διὰ σὲ τὸν ἄνθρωπον· ἐπειδὴ γὰρ σῶμα ἔλαβες θνητὸν καὶ παθητὸν, καὶ ἡ γῆ κατάραν ἐδέξατο, καὶ ἀκάνθας ἤνεγκε καὶ τρίβολόν. ὅτι δὲ καὶ ὁ οὐρανὸς μετὰ τῆς γῆς παλαιούμενος πρὸς τὴν ἀμείνω λῆξιν ὕστερον μεταστήσεται, ἄκουσον τοῦ προφήτου λέγοντος, “καταρχὰς, Κύριε, τὴν γῆν “μελίωσας. καὶ ἔργα τῶν χειρῶν σου εἰσὶν οἱ οὐρανοί. αὐτοὶ ἀπο- “λοῦνται. σὺ δὲ διαμένεις· καὶ πάντες ὡς ἱμάτιον παλαιωθήσον- “τᾶι· καὶ ὡσεὶ περιβόλαιον ἐλίξεις αὐτοὺς, καὶ ἀλλαγήσονται. καὶ Ἡσαίας δὲ ταῦτα ἐμφαίνων ἔλεγεν, “ἐμβλέψατε εἰς τὸν “οὐρανὸν ἄνω, καὶ εἰς τὴν γῆν κάτω. ὅτι ὁ οὐρανὸς ὡς καπνὸς “ἐστερεώθη. ἡ δὲ γῆ ὡς ἱμάτιον παλαιωθήσεται· οἱ δὲ “κοῦντες αὐτὴν, ὥσπερ ταῦτα ἀπολοῦνται.” εἶδες πῶς ἐδούλευσε τῇ ματαιότητι ἡ κτίσις; πῶς ἐλευθεροῦται ἀπὸ τῆς φθορᾶς; ὁ μὲν γάρ φησιν, “ὡς ἱμάτιον ἑλίξει αὐτοὺς, καὶ ἀλλαγήσονται.” ὁ δὲ Ἡσαίας. “οἱ δὲ κατοικοῦντες αὐτὴν ὥσπερ ταῦτα ἀπολοῦν- “τᾶι.” οὐ παντελῆ λέγων ἀπώλειαν. οὐδὲ γὰρ οἱ κατοικοῦντες ἀυτὴν, τουτεστιν ἄνθρωποι, ταύτην ὑποστήσονται· ἀλλὰ τὴν πρόσκαιρον. καὶ δι’ αὐτῆς, ἐπὶ τὴν ἀφθαρσίαν μεταστήσονται· ὥσπερ οὖν καὶ ἡ κτίσις. ἅπερ ἅπαντα διὰ τοῦ εἰπεῖν ὡς ταῦτα, παρεδή- λωσεν. ὅπερ οὐν καὶ ὁ Παῦλος προιὼν φησίν· τέως μέντοι περὶ τῆς δουλείας αὐτῆς διαλέγεται· καὶ δείκνυσι τίνος ἕνεκεν τοιαύτη γέγονε, καὶ τὴν αἰτίαν, ἡμᾶς τίθησι. τί οὖν ἐπηρέασται, δι’ ἕτερον ταῦτα παθοῦσα; οὐδαμῶς. καὶ γὰρ δι’ ἐμὲ γέγονεν. ἡ τοίνυν δι’ ἐμὲ γενομένη, πῶς ἃν ἀδικοῖτο, εἰς ἐμὴν διόρθωσιν ταῦτα πάσχουσα; ἄλλως δὲ, τὸν τοῦ δικαίου καὶ ἀδίκου λόγον, οὐδὲ κινεῖν ἐπὶ τῶν ἀψύχων δεῖ. ἀλλ’ ὁ Παῦλος ἐπειδὴ ταύτην ἐπροσωποποίησεν, οὐδενὶ κέχρηται τούτων ὧν εἶπον, ἀλλ’ ἑτέρῳ τινὶ λόγῳ τὸν ἀκροατὴν ἐκ περιουσίας παραμυθήσασθαι σπεύδων. ποίῳ δὴ τούτῳ; τί λέγεις; φησίν. κακῶς ἔπαθε, καὶ διὰ σὲ φθαρτὴ γέγονεν· ἀλλ’ οὐδὲν ἠδίκηται. καὶ γὰρ ἄφθαρτος ἔσται διὰ σὲ πάλιν. τοῦτο γὰρ ἔστι τὸ “ἐπ’ ἐλπίδι.” ὅταν δὲ λέγῃ, “ἑκοῦσα ὑπετάγη,” οὐχ ἵνα κυρίαν γνώμης οὖσαν δείξῃ, τοῦτο λέγει. ἀλλ’ ἵνα μάθῃς ὅτι τῆς Χριστοῦ κηδεμονίας τὸ πᾶν ἐγένετο, καὶ οὐκ ἐκείνης κατόρθωμα τοῦτο.