Ancient Greek
Chapter 8, Verse 19
Catenae (Novum Testamentum), Catena In Epistulam Ad Romanos (typus Monacensis) 8.19.8
Not analysed yet
Θεοδωρήτου. Ματαιότητα μὲν οὖν, τὴν φθορὰν λέγει. τοῦτο γὰρ μετ’ ὀλίγα διδάσκει. “ὅτι καὶ αὐτὴ ἡ κτίσις ἐλευθερωθήσε- “ται ἀπὸ τῆς δουλείας τῆς φθορᾶς.” διδάσκει δὲ, ὡς πᾶσα ἡ κτίσις ἡ ὁρωμένη, θνητὴν ἔλαχε φύσιν. ἐπειδήπερ τῶν ὅλων ὁ ποιητὴς προεώρα τοῦ Ἀδὰμ τὴν παράβασιν, καὶ τὴν ἐπενεχθησομένην αὐτῷ τοῦ θανάτου ψῆφον. οὐ γὰρ ἦν εἰκὸς οὐδὲ δίκαιον, τὰ μὲν δι’ αὐτὸν γεγενημένα μεταλαχεῖν ἀφθαρσίας· αὐτὸν δὲ, οὗ χάριν ταῦτα ἐπεποίητο, θνητὸν εἶναι καὶ παθητόν. τούτου δέ γε διὰ τῆς ἀναστάσεως τὴν ἀθανασίαν λαμβάνοντος, κἀκεῖνα ὡσαύτως μεταλαμβάνει τῆς ἀφθαρσίας. λέγει τοίνυν, ὅτι ταύτην ἀναμένει τῶν πραγμάτων τὴν μεταβολὴν ἡ ὁρωμένη κτίσις. τρεπτὴ γὰρ ἐγένετο· οὐχ ἑκοῦσα μὲν, τοῦ δὲ δημιουργήσαντος ἀσπασαμένη τὸν ὅρον. τὴν δὲ περὶ ἡμᾶς ὁρῶσα κηδεμονίαν, ἔχει τῆς μεταβολῆς τὴν ἐλπίδα.