Ancient Greek
Chapter 8, Verse 21
Catenae (Novum Testamentum), Catena In Epistulam Ad Romanos (typus Monacensis) 8.21.2
Not analysed yet
Θεοδώρου Μονάχου. οἷον ἐκ φθαρτῆς ἄφθαρτος ἔσται. καὶ ἄλλως δὲ ἡ ὑλώδης, φησὶ, φύσις ἐδουλώθη τῷ πονηρῷ, καὶ ἐπιβουλεύεται ὑπ’ αὐτοῦ πολλάκις κατὰ συγχώρησιν Θεοῦ. ὥστε καὶ λοιμοὺς καὶ πολέμους, καὶ ἄλλας φθορὰς ὑπ’ αὐτοῦ κατασκευά- ζεσθαι. καὶ γὰρ εἰκὸς τῶν ἐνοικούντων εὐσεβῶς διαγόντων, ἔχειν χώραν τὸν πονηρὸν ὡς ἰδίων κατεπιβαίνειν, καὶ ἐπὶ τῇ αὐτῶν κακώσει, τὰ περὶ αὐτὰ στοιχεῖα κακοῦν. ὣν γινομένων· αἱ ταγεῖσαι ἐπὶ τῇ εὐταξίᾳ τῆς κτίσεως δυνάμεις, στενάζουσι καὶ ὠδίνουσι, καὶ τὴν ἐλευθερίαν τοῦ ἀνθρώπου ἀναμένουσιν. ἐν ᾗ καὶ ἡ κτίσις συνελευθερωθεῖσα, τῆς τοῦ διαβόλου ἐξουσίας ἀπαλλαγήσεται. τὸ οὖν ταῖς λογικαῖς δυνάμεσι συμβαῖνον, τῇ ἀψύχῳ περιτέθεικεν ὕλῃ. ὡς καὶ νῦν φαμὲν, ἡ οἰκία θορυβοῦται, ἡ πόλις ἀγανακτεῖ. ἐκ τῶν διοικουμένων καὶ περιπολουμένων τόπων, τοὺς διοικοῦντας καὶ περιπολοῦντας πολλάκις σημαίνοντες. καὶ καθ’ ἕτερον δὲ λόγον ἡ κτίσις ἐκδέχεται ἐλευθερωθῆναι τῆς δουλείας τῆς φθορᾶς. ἐπεὶ τῇ τοῦ διαβόλου κατασκευῇ ἄκουσα προσκυνεῖται ἡ κτίσις ὑπὸ τῶν συνδούλων αὐτῆς, “ἐσεβάσθησαν γὰρ καὶ ἐλάτρευσαν τῇ “κτίσει παρὰ τὸν κτίσαντα.” ὥστε τῆς δεσποτικῆς ἀκουσίως ἀπολαύουσα τιμῆς, βαρέως φέρει τὸ γινόμενον καὶ ὠδίνει καὶ ἄχθεται προσκυνουμένη ματαίαν προσκύνησιν ὕπο τῶν ἀνθρώπων· καὶ ἐπιθυμεῖ τῆς τούτων ἀπαλλαγῆς· οὐδὲ ἐξ ἀρχῆς ἑλοῦσα, οὐδὲ αὐτομολήσασα πρὸς τὸν διάβολον ὑπετάγη αὐτῷ· ἀλλ’ ὑπετάγη, συγχωρήσαντος τοῦ Θεοῦ· καὶ ὑπετάγη, ἐπ’ ἐλπίδι μελλούσῃ. “ὅτι καὶ αὐτὴ ἡ κτίσις ἐλευθερωθήσεται.” πότε δέ; εἰς τὸν καιρὸν τῆς ἐλευθερίας τῶν δικαίων. διὸ καὶ “ἡ ἀποκαραδοκία τῆς κτίσεως “τὴν ἀποκάλυψιν τῶν υἱῶν τοῦ Θεοῦ ἀπεκδέχεται·” ὅτε καὶ πάντα ἀνακαινισθήσεται ἀπὸ τῆς δουλείας τῆς φθορᾶς. τουτέστι, τοῦ διαβόλου. φθορὰν γὰρ, τὸν διάβολον ἔστιν εἰπεῖν, ὡς καὶ μα- ταιοτητα.