Ancient Greek
Chapter 8, Verse 21
Catenae (Novum Testamentum), Catena In Epistulam Ad Romanos (typus Monacensis) 8.21.3
Not analysed yet
Γρηγορίου Νύσσησ. Ἢ ἀποκαραδοκίαν τῆς κτίσεως, καὶ ἀντὶ τοῦ τῶν Ἀγγέλων νοητέον, καθὰ καὶ ἀνωτέρω δεδήλωται· ἐπειδὴ γὰρ χαρὰ γίνεται τοῖς Ἀγγέλοις ἐπὶ τοῖς ἀνασωζομένοις ἐξ ἁμαρτίας. διότι ἡ κτίσις ἐκείνη μέχρι τοῦ νῦν συστενάζει καὶ συνωδίνει τῆ καθ’ ἡμᾶς ματαιότητι, ζημίαν οἰκείαν κρίνουσα τὴν ἡμετέραν ἀπώ- λείαν. ὅταν ἡ ἄπο κάλυψις γένηται τῶν υἱῶν τοῦ Θεοῦ, ἣν ὑπὲρ ἡμῶν ἀεὶ καραδοκεῖ τὲ καὶ ἀπεκδέχεται· καὶ ὅταν ἀποσωθῇ τῇ ἄνω ἑκατοντάδι τὸ πρόβατον. ἡμεῖς δὲ πάντως ἐσμὲν, ἡ ἀνθρωπίνη φύσις, τοῦτο τὸ πρόβατον, τὸ δὲ διαφερόντως ἐν ἐπιτεταμένῃ τῇ εὐχαριστίᾳ, τῇ ὑπὲρ ἡμῶν, προσάξουσι τῷ Θεῷ τὴν προσκύνησιν χαίροντες οἱ Ἄγγελοι.