Ancient Greek
Chapter 8, Verse 22
Catenae (Novum Testamentum), Catena In Epistulam Ad Romanos (typus Monacensis) 8.22.4
Not analysed yet
Χρυσοστόμου. Ἀλλ᾿ οὔπω μέγα εἰς ἐντροπὴν τὸ τὴν κτίσιν στενάζειν. διὸ καὶ ἐπήγαγεν, “οὐ μόνον δὲ, ἀλλὰ καὶ αὐτοὶ “ἀπαρχὴν τοῦ Πνεύματος ἔχοντες, ἐν ἑαυτοῖς στενάζομεν.” τῶν μελλόντων ἤδη γευσάμενοι. κἂν σφόδρα λίθινός τις ᾐ φησιν, ἱκανὰ τὰ δοθέντα ἤδη διαναστῆσαι τε αὐτὸν, καὶ τῶν παρόντων ἀπαγαγεῖν, καὶ πρὸς τὰ μέλλοντα πτερῶσαι διπλῆ· καὶ τῷ μεγάλα εἶναι τὰ δεδομένα· καὶ τὰ τοσαῦτα καὶ τηλικαῦτα ἀπαρχὴν εἶναι. εἰ γὰρ ἡ ἀπαρχὴ τοσαύτη, ὥστε δι’ αὐτῆς καὶ ἁμαρτημάτων ἀπαλλαγῆναι, καὶ δικαιοσύνης ἐπιτυχεῖν καὶ ἁγιασμοῦ· τοὺς δὲ τότε, καὶ δαίμονας ἐλαύνειν, καὶ νεκροὺς ἐγείρειν διὰ σκιᾶς καὶ ἱματίων· ἐννόησον τὸ ὅλον ἡλίκον. εἶτα ἵνα μὴ δῷ τοῖς αἱρετικοῖς λαβὴν, καὶ δόξῃ τὰ παρόντα διαβάλλειν, στενάζομεν φησί· οὐ τῶν παρόντων κατηγοροῦντες, ἀλλὰ τῶν μειζόνων ἐφιέμενοι. τοῦτο γὰρ ἐδήλωσεν εἰπὼν, “υἱοθεσίαν τί λέγεις; ἄνω καὶ κάτω ἔστρεφες ὅτι ἤδη γεγόναμεν υἱοί· καὶ νῦν ἐλπίσι τιθεῖς τουτὶ τ᾿ ἀγαθόν; γράφων ὅτι ἐκδέχεσθαι αὐτὴν δεῖ; τοῦτο τοίνυν διορθούμενος τῇ ἐπαγωγῇ, λέγει, “τὴν “τρῶσιν τοῦ σώματος ἡμῶν.” τουτέστι, τὴν ἀπηρτισμένην δόξαν. νῦν μὲν γὰρ ἐν ἀδήλῳ τὰ ἡμέτερα ἕστηκεν, ἕως ἐσχάτης ἀναπνοῆς· ἃν δὲ μετὰ χρηστῆς καταλύσωμεν ἐλπίδος, τότε ἀκίνητος ἡ δωρεά· οὐκέτι τὴν ἀπὸ τοῦ θανάτου καὶ τῆς ἁμαρτίας δεδοικυῖα μεταβολήν. τότε οὖν βεβαία ἔσται ἡ χάρις· ὅταν καὶ τὸ σῶμα ἡμῶν ἀπαλλαγῇ θανάτου καὶ τῶν μυρίων παθῶν. τοῦτο γάρ ἐστιν ἀπολύτρωσις. οὐχ ἁπλῶς λύτρωσις, ἀλλ’ ὥστε μηκέτι πάλιν ὑποστρέψαι ἐπὶ τὴν προτέραν αἰχμαλωσίαν. ἵνα γὰρ μὴ ἀπορῇς δόξαν ἀκούων συνεχῶς καὶ μηδὲν σαφῶς ἐπιστάμενος, ἐκ μέρους σοι παρανοίγει τὰ μέλλοντα. τὸ σῶμά σοι μεταβάλλων, καὶ τὴν κτίσιν αὐτῷ συμμεταβάλλων ἅπασαν.