Ancient Greek
Chapter 8, Verse 22
Catenae (Novum Testamentum), Catena In Epistulam Ad Romanos (typus Monacensis) 8.22.3
Not analysed yet
Κυρίλλου. Εἰ δὲ στενάζει μὲν ἡ κτίσις πᾶσα, καὶ ἀπεκδέχεται τὴν ἀπολύτρωσιν τῶν υἱῶν τοῦ Θεοῦ καὶ τὴν ἐλευθερίαν· οὔτε δὲ στενάζων ὁ υἱὸς φαίνεται, οὔτε τὴν υἱοποιίαν ἣ ἐλευθερίαν ἐκδέχεται. ἀλλ’ αὐτός ἐστιν ὁ τὴν ἐλπίδα τῆς γνώσεως ἀποπληρῶν, καὶ εἰς υἱοθεσίαν τοὺς στενάζοντας καλῶν, καὶ τῆς ἐλευθερίας δοτὴρ, οὐκ ἄρα ἐν τοῖς πᾶσιν ἐστὶν, οὐδὲ τῇ κτίσει καταριθμηθήσεται. ἀλλ’ ἕτερός ἐστι παρ’ αὐτήν. καὶ τὰ μὲν, ὡς κτίσματα στενάζει τοῦ βοηθοῦντος δεόμενα. ὁ δὲ, ὡς Υἱὸς ἐλευθεροῖ τὰ τῷ τῆς δουλείας δεσμῷ συνεχόμενα.