Ancient Greek
Chapter 8, Verse 24
Catenae (Novum Testamentum), Catena In Epistulam Ad Romanos (typus Monacensis) 8.24.1
Not analysed yet
Χρυσοστόμου. Ἐπειδὴ τῇ τῶν μελλόντων ἐνδιέτριψεν ὑπο- σχέσει. ἐδόκει δὲ τοῦτο λυπεῖν τὸν ἀσθενέστερον ἀκροατήν. εἴ γε ἐν ἐλπίσι τὰ ἀγαθά· πρότερον κατασκευάσας, ὅτι τῶν παρόντων καὶ ὁρωμένων ἐστὶ σαφέστερα· καὶ πολλὰ περὶ τῶν ἤδη δεδομέ- δεδομένων δωρεῶν διαλεχθεὶς, καὶ δείξας, ὅτι καὶ ἀπαρχὴν ἐκείνων ἐλά- βομεν τῶν ἀγαθῶν, ἵνα μὴ πάντα ἐνταῦθα ζητῶμεν, καὶ τὴν εν̓γέ. νειαν ἡμῶν προσδῶμεν τὴν ἀπὸ τῆς πίστεως, φησὶ, **τῇ γὰρ ἐλ- πίδι ἐσώθημεν. ὃ δὲ λέγει, τοῦτό ἐστιν. οὐ δεῖ πάντα ζητεῖν, ἀλλὰ καὶ ἐλπίζειν. τοῦτο γὰρ μόνον εἰσηνέγκαμεν τῷ Θεῷ δῶρον, τὸ πιστεῦσαι αὐτῷ τὰ μέλλοντα ἐπαγγειλαμένῳ. καὶ διὰ ταύτης μόνον ἐσώθημεν τῆς ὁδοῦ. ἃν τοίνυν αὐτὴν ἀπολέ- σωμεν P. εἰ τοίνυν αὕτη σε ἔσωσε, ταύτην κάτεχε καὶ νῦν. ἡ γὰρ τοσαῦτά σοι παρασχοῦσα ἀγαθὰ, εὔδηλον ὅτι οὐδὲ περὶ τῶν μελλόντων σε ψεύσεται. εἰ γὰρ ἐχθρὸν λαβοῦσα, φίλον ἐποίησε, καὶ υἱὸν καὶ κληρονόμον, πῶς μετὰ τὴν τοσαύτην σε οἰκείωσιν, προήσεται ἐν τοῖς ἑξῆς; ἃν δὲ ἐνταῦθα πάντα ἀπαιτῇς, ἀπώλεσάς σου τὸ κατόρθωμα· δι’ οὗ λαμπρὸς ἐγένου. διὸ ἐπάγει, “ἐλπὶς “βλεπομένη, οὐκ ἔστιν ἐλπίς. ὃ γὰρ βλέπει τίς, τί ἐλπίζει; “εἰ δὲ ὃ οὐ βλέπομεν, ἐλπίζομεν, δι’ ὑπομονῆς εἰ πάντα ἐνταῦθα μέλλεις ζητεῖν, τίς χρεία ἐλπίδος; τι οὖν ἐστιν ἐλπίς; τὸ τοῖς μέλλουσι θαρρεῖν· τί γὰρ μέγα αἰτεῖ παρὰ σοῦ ὁ Θεός; αὐτὸς ὁλόκληρα οἴκοθεν διδοὺς τὰ ἀγαθὰ, ἓν αἰτεῖ παρὰ σοῦ μόνον. ἐλπίδα. ἵνα ἔχῃς τί καὶ αὐτὸς συνεισενεγκεῖν εἰς τὴν σὴν σωτηρίαν. ὅπερ οὐν καὶ αἰνιττόμενος, ἔλεγεν. “εἰ δὲ ὃ οὐ βλέπομεν ἐλπίζομεν, δι’ ὑπομονῆς ἀπεκδεχόμεθα. · ὥσπερ γὰρ ’τον πονοῦντα καὶ ταλαιπωρούμενον καὶ μυρία κάμνοντα, οὕτω καὶ τὸν ἐλπίζοντα ὁ Θεὸς στεφανοῖ. τὸ γὰρ τῆς ὑπομονῆς ὄνομα, ἱδρώτων ἐστὶν ὄνομα καὶ καρτερίας πολλῆς. ἀλλ’ ὅμως ἐχαρίσατο καὶ τοῦτο τῷ ἐλπίζοντι· ἵνα παραμυθήσηται τὴν ἀποκαμοῦσαν ψυχήν. Ανωθεν δέ τις ἀπὸ τοῦ, “τὴν υἱοθεσίαν ἀπεκδεχόμενος,” ἀρξάμενος, οὕτως ἔφη περὶ τούτων.