Ancient Greek
Chapter 8, Verse 24
Catenae (Novum Testamentum), Catena In Epistulam Ad Romanos (typus Monacensis) 8.24.2
Not analysed yet
Θωτίου. Τί γὰρ οὐκ ἐλάβομεν ταύτην διὰ τοῦ βαπτίσματος; οὐχὶ καὶ αὐτὸς πρὸ μικροῦ ἔφης, ὅτι πνεῦμα υἱοθεσίας ἐλάβετε; ’ναι φησιν. ποίαν οὖν ἀπεκδεχόμεθα; τὴν φανερουμένην, φησὶν, κατὰ τὴν ἀπολύτρωσιν τοῦ σώματος ἡμῶν. ἄλλην παρὰ τὴν εἱρημένην; μὴ γένοιτο. ἀλλ’ αὐτὴν ἐκείνην τελειότερον φανερουμένην, καὶ διὰ πείρας αὐτῆς ἐπιγινωσκομένην. μετὰ γὰρ τὴν ἀπολύτρωσιν τοῦ σώματος, τότε ἡ τῶν ἀγαθῶν ἀπόλαυσις. τότε πάντα τὰ τῆς υἱοθεσίας γνωρίσματα καὶ ἀποτελέσματα. καὶ νῦν γὰρ ἐπ’ ἐλπίδι τούτων ἐλάβομεν τὴν υἱοθεσίαν. αὐτὸς δὲ ἐμφαντικώτερον εἰπεν, “ἐσώθημεν.” πῶς οὖν ἠλπίσαμεν ταῦτα, μὴ τούτων ἤδη, μὴ δ᾿ ὑπ’ ὄψιν ἡμῶν πεσόντων, μὴ δ’ ὑπὸ πεῖραν; καλῶς φησιν καὶ εὐλόγως. εἰ γὰρ ὑπ’ ὄψιν ἡμῶν, καὶ ὑπὸ πεῖραν ἤδη τὰ ἐλπιζόμενα ἀγαθὰ ἐγεγόνει, οὐκ ἃν ἦν ἐλπιζόμενα. ὃ γάρ τις κατέχειν, πῶς οἷόν τε ἐλπίζειν; οὐκοῦν κατὰ φύσιν ἴδιον τῆς ἐλπίδος τοῦτο. τὸ περὶ μελλόντων αὐτὴν, καὶ μήπω παρόντων εἶναι. ὥστε καὶ ἡμᾶς ἃ οὐ βλέπομεν, ἐκεῖνα δέον ἐλπίζειν. εἰ δὲ ἃ οὐ βλέπομεν, ὥσπερ δεῖ, ἐκεῖνα καὶ ἐλπίζομεν, ὑπομένειν δεῖ καὶ ἀπεκδέχεσθαι τὰ προσδοκηθέντα, καὶ μὴ ἀθρόον ἐπιζητεῖν αὐτὰ παραγενέσθαι. μάλιστα τοῦ νεύματος διὰ τῶν ἐνταῦθα χαρισμάτων πιστουμένου τὰ ἐκεῖθεν, καὶ τὴν ἀσθένειαν τῶν λογισμῶν ἡμῶν συναντιλαμβανομένου καὶ θεραπεύοντος. πόσα γὰρ εὐεργετεῖ ἐν αὐταῖς ἡμῶν ταῖς εὐχαῖς; ἵνα νῦν τὰ ἄλλα ἐάσω, διδάσκον ὅπως χρὴ εὔχεσθαι, καὶ πάντα εἰς τὸ ἀγαθὸν συνεργοῦν.