Ancient Greek
Chapter 8, Verse 29
Catenae (Novum Testamentum), Catena In Epistulam Ad Romanos (typus Monacensis) 8.29.1
Not analysed yet
Κυρίλλου. Πολλοὶ μέν, φησιν, οἱ κατὰ πρόθεσιν κλητοί· οὐ μὴν ἅπαντες ἐκλεκτοί. μόνοι δὲ οὗτοι τετίμηνται, οἳ καὶ προεγνώσθησαν, ὡς ἔσονται σύμμορφοι τῆς εἰκόνος τοῦ τοῦ αὐτοῦ. εἰκὼν δὲ τοῦ Υἱοῦ αὐτοῦ, τίς ἃν νοοῖτο, πάλιν σαφηνιεῖ λέγων αὐτὸς ὁ μακάριος Παῦλος, “ὥσπερ γὰρ ἐφορέσαμεν τὴν εἰκόνα τοῦ χοικοῦ, φορέσωμεν καὶ τὴν εἰκόνα τοῦ ἐπουρανίου.” οἱ γὰρ τῶν σαρκικῶν ἐπιθυμιῶν ἀλογήσαντες, οὗτοι τὴν εἰκόνα μεμίμηνται τοῦ Χριστοῦ. τουτέστι, τὴν ἐν ἁγιασμῷ πολιτείαν καὶ ζωήν. ὥσπερ γὰρ εἰκόνα τοῦ χοικοῦ, τουτέστιν Ἀδὰμ, τὴν ἐν παρακοῇ καὶ ἁμαρτίαις ζωὴν εἶναι φαμὲν, οὐτῶ καὶ εἰκόνα τοῦ ἐπουρανίου, τουτέστι Χριστοῦ, τὸν ἁγιασμὸν καὶ τὴν δικαίωσιν καὶ τὴν ὑπακοήν. ὅσοι τοίνυν προεγνώσθησαν, ὡς ἐσόμενοι κατὰ καιροὺς τῆς Χριστοῦ ζωῆς σύμμορφοί τε καὶ μιμηταὶ, κατά γε τὸ ἐγχωροῦν τῇ ἀνθρωπίνῃ φύσει, οὖτοι καὶ κὲκλήνται.