Ancient Greek
Chapter 8, Verse 29
Catenae (Novum Testamentum), Catena In Epistulam Ad Romanos (typus Monacensis) 8.29.2
Not analysed yet
Θεοδώρου Μονάχου. Ἢ καὶ οὕτως. διὰ τοῦτο φησὶ συνεργεῖ τὸ Πνεῦμα τοῖς κατὰ πρόθεσιν κλητοῖς, ὅτι αὐτοὺς προέγνω Θεὸς ἀξίους τῆς τοῦ Πνεύματος βοηθείας· καὶ προγνοὺς, προώρισε συμμόρφους εἶναι τῆς εἰκόνος τοῦ Υἱοῦ αὐτοῦ. οὐκ ἀναιρῶν τὸ αὐτεξούσιον· ἡ γὰρ πρόγνωσις, οὐκ ἔστιν ἀναγκαστική· ἀλλὰ προθεωρητικὴ τῆς τῶν πολιτευομένων ὁρμῆς τε καὶ διαθέσεως. σαφέστερον δ’ ἃν εἴη τὸ ῥηθὲν, εἰ ἀπὸ τῶν τελευταίων ἀρξάμενοι, ἐπὶ τὰ πρῶτα ἀνίωμεν. τίνας τοίνυν ἐνταῦθα ἐδόξασεν ὁ Θεός; οὓς ἐδικαίωσε. τίνας δὲ ἐδικαίωσεν; οὓς καὶ ἐκάλεσε· τίνας δὲ ἐκάλεσεν; οὓς προώρισε. τίνας δὲ προώρισεν; οὓς προέγνω. τίνας δὲ προέγνω; τοὺς κατὰ πρόθεσιν κλητοὺς ὄντας. τουτέστι, τοὺς διὰ τὴν ἰδίαν πρόθεσιν κλητοὺς ὄντας καὶ συμμόρφους Χριστῷ. σύμμορφοι δὲ γινόμεθα τῆς εἰκόνος τοῦ Υἱοῦ ἐν τῷ καὶ αὐτοὶ υἱοὶ χρηματίσαι, ὡς ἀδελφοὶ τοῦ φύσει Υἱοῦ καὶ πρωτοτόκου Ἰησοῦ Χριστοῦ, κατὰ τὸν πνευματικὸν λόγον. ἐπειδὴ γὰρ Πνεῦμα ὁ Θεὸς, πνευματικοὶ δὲ καὶ οἱ ἐκ τοῦ Πνεύματος γεννηθέντες· σύμμορφοι ἄρα κατὰ τοῦτον τὸν λόγον ἐσμὲν τῷ Χριστῷ. ἣ οὕτως σύμμορφοι ἐσμὲν τῆς εἰκόνος τοῦ Θεοῦ καὶ Πατρός· τουτέστι, τοῦ Υἱοῦ αὐτοῦ. εἰκὼν γὰρ τοῦ Πατρὸς ὁ Υἱός.