Ancient Greek
Chapter 8, Verse 29
Catenae (Novum Testamentum), Catena In Epistulam Ad Romanos (typus Monacensis) 8.29.10.1
Not analysed yet
Γρηορίου Νύσσησ. Ο γάρ τοι μέγας Παῦλος εἰδὼς ὅτι παντὸς ἀγαθοῦ ἀρχηγός τε καὶ αἴτιος ὁμογενὴς ἔστι Θεὸς, ὁ ἐν πᾶσι πρωτεύων, προσμαρτυρεῖ αὐτῷ, τὸ μὴ μόνον τὴν τῶν ὄντων κτίσιν δι’ ἐκείνου γενέσθαι, ἀλλ’ ὅτι τῆς ἀρχαίας τῶν ἀνθρώπων κτίσεως παλαιωθείσης καὶ ἀφανισθείσης, καθὼς αὐτὸς ὀνομάζει, ἄλλης δὲ καινῆς κτίσεως ἐν Χριστῷ γενομένης, οὐδὲ ταύτης ἄλλος τις καθηγήσατο· ἀλλὰ πάσης τῆς διὰ τοῦ εὐαγγελίου τῶν ἀνθρώ- πων γενομένης κτίσεως, αὐτός ἐστιν ὁ πρωτότοκος. ὡς ἃν σαφέ- στερον γένοιτο τὸ περὶ τούτου νόημα, οὑτωσὶ τὸν λόγον διαληψό- διαληψόμεθα. τετράκις τῆς φωνῆς ταύτης μέμνηται ὁ θεῖος Ἀπόστολος. ἅπαξ μὲν, οὕτως εἰπών· “ὅτι πρωτότοκος πάσης κτίσεως·” πάλιν δέ· “ὅτι πρωτότοκος ἐν πολλοῖς ἀδελφοῖς.” ἐκ τρίτου δέ· “ὅτι “πρωτότοκος ἐκ τῶν νεκρῶν.” μετὰ ταῦτα δὲ ἀπόλυτόν τε καὶ ἀσυζυγῆ τὴν φωνὴν παρ· ατίθεται, εἰπών· “ὅταν δὲ πάλιν εἰσαγάγῃ “τὸν πρωτότοκον εἰς τὴν οἰκουμένην.” οὐκοῦν ἥνπερ ἃν διάνοιαν ἐπὶ τῶν ἄλλων συζυγιῶν τοῦ ὀνόματος τούτου κατανοήσωμεν, ἀκο- λούθως τὴν αὐτὴν καὶ τῷ πρωτοτόκῳ τῆς κτίσεως ἐφαρμόσομεν. μιᾶς γὰρ καὶ τῆς αὐτῆς οὔσης φωνῆς, ἀνάγκη μίαν ε7ναι καὶ τὴν σημαινομένην διάνοιαν. πῶς τοίνυν γίνεται πρωτότοκος ἐν πολλοῖς ἀδελφοῖς ; πῶς δὲ ἐκ νεκρῶν πρωτότοκος ; ἢ τοῦτο πάντως ἐστὶ δῆλον, ὅτι διὰ τὸ γενέσθαι ἡμᾶς καὶ σάρκα, καθὼς φησὶν ἡ γραφὴ, ὁ δι’ ἡμᾶς γενόμενος καθ’ ἡμᾶς, καὶ σαρκὸς καὶ αἵματος κοινωνήσας, μέλλων ἡμᾶς ἐκ τοῦ φθαρτοῦ μεταποιεῖν πρὸς τὸ ἄφθαρτον, διὰ τῆς ἄνωθεν γεννήσεως τῆς δι’ ὕδατος καὶ πνεύματος, αὐτὸς τοῦ τοιούτου τόκου καθηγήσατο διὰ τοῦ ἰδίου βαπτίσματος· τὸ Ἅγιον Πνεῦμα ἐπὶ τὸ ὕδωρ ἐπισπασάμενος. ὥστε πάντων τῶν πνευματικῶς ἀναγεννωμένων πρωτότοκον αὐτὸν γενέσθαι· καὶ ἀδελ- φοὺς ὀνομάσαι τοὺς τῆς, ὁμοίας αὐτῶ διὰ τοῦ ὕδατος καὶ τοῦ Πνεύματος μετεσχηκότας γεννήσεως. Ἐπειδὴ δὲ καὶ τῆς ἐκ νεκρῶν ἀναστάσεως ἔδει αὐτὸν ἐναπο- θέσθαι τῇ φύσει τὴν δύναμιν, πάλιν γίνεται “ἀπαρχὴ τῶν κεκοι- “μημένων· καὶ πρωτότοκος ἐκ τῶν νεκρῶν.” ὁ πρῶτος δι’ ἑαυτοῦ λύσας τὰς ὠδῖνας τοῦ θανάτου. ὥστε καὶ ἡμῖν ὁδοποιηθῆναι τὴν ἐκ τοῦ θανάτου παλιγγενεσίαν, διὰ τῆς τοῦ Κυρίου ἀναστάσεως, τῆς ὠδῖνος τοῦ θανάτου λυθείσης, ᾧτ’ κατειχόμεθα. ὥσπερ οὖν μετασχὼν τῆς διὰ λουτροῦ ἀναγεννήσεως, ἀδελφῶν πρωτότοκος γίνεται. καὶ πάλιν ἀπαρχὴν τῆς ἀναστάσεως ἑαυτὸν ποιήσας, πρωτότοκος ἐκ τῶν νεκρῶν ὀνομάζεται· οὕτως ἐν πᾶσι πρωτεύων μετὰ τὸ παρελθεῖν τὰ ἀρχαῖα πάντα, καθὼς φησὶ ὁ Ἀπόστολος, τῆς ἐν Χριστῷ καινῆς κτίσεως τῶν ἀνθρώπων πρωτότοκος γίνεται. διὰ τῆς διπλῆς παλιγγενεσίας· τῆς τε κατὰ τὸ ἅγιον βάπτισμα, καὶ τῆς ἐκ νεκρῶν ἀναστάσεως· ἀρχηγὸς τῆς ζωῆς καθ’ ἑκάτερον ἡμῖν γενόμενος, καὶ ἀπαρχὴ καὶ πρωτότοκος. ἐν οἷς δέ φησιν, “ὅταν δὲ πάλιν εἰσαγάγῃ τὸν πρωτότοκον εἰς τὴν οἰκουμένην,” ἡ τοῦ “πάλιν” προσθήκη τὴν ἐπὶ τέλει γενησομένην τοῦ δεσπότου τῶν ὅλων ἐμφάνειαν προαγορεύει. ὡς γὰρ “ἐν τῷ ὀνόματι Ἰησοῦ “πᾶν γόνυ κάμπτει ἐπουρανίων καὶ ἐπιγείων καὶ καταχθονίων.” καί τοι ὁ Υἱὸς τὸ ἀνθρώπινον ὄνομα οὐκ ἔχει τῷ ὑπὲρ πᾶν εἰναι ὄνομα, οὕτως παρὰ πάσης τῆς ὑπερκοσμίου κτίσεως προσκυνεῖσθαι τὸν πρωτότοκον λέγει, τὸν δι’ ἡμᾶς οὕτως ὠνομασμένον· πάλιν εἰς τὴν οἰκουμένην εἰσιόντα· ὅταν κρίνῃ τὴν οἰκουμένην ἐν δικαιοσύνῃ. οὕτως διακρίνεται παρὰ τοῦ λόγου τῆς εὐσεβείας, τό τε τοῦ πρωτοτόκου καὶ τὸ τοῦ μονογενοῦς σημαινόμενον. ἑκατέρῳ τῶν ὀνομάτων τῆς καταλλήλου σημασίας φυλασσομένης. ὁ δὲ εἰς τὴν προαιώνιον ὕπαρξιν ἀνάγων τοῦ πρωτοτόκου τὸ ὄνομα, πῶς διασώσει τὴν τοῦ μονογενοῦς ἔννοιαν; οὐ γὰρ συμβαίνει ταῦτα προσάλληλα· μήτε τοῦ πρωτοτόκου, χωρὶς ἀδελφῶν νοουμένου· μήτε τοῦ μονογενοῦς, μετὰ ἀδελφῶν. ὅταν μὲν γὰρ εἴπῃ “ἐν ἀρχῇ ἦν ὁ διὰ τούτου τὸν μονογενῆ παρεδεξάμεθα. ὅταν δὲ ἐπαγάγῃ ὅτι “ὁ “Λόγος σὰρξ ἐγένετο,” διὰ τούτου τὸν πρωτότοκον ἐνοήσαμεν.