Ancient Greek
Chapter 8, Verse 29
Catenae (Novum Testamentum), Catena In Epistulam Ad Romanos (typus Monacensis) 8.29.11.1
Not analysed yet
Τοῦ Αὐτοῦ. Διὰ πάντων τοίνυν δέδεικται πρωτότοκος ὁ Υἱὸς, ὡς ἄνθρωπος ὀνομαζόμενος. καὶ εἰ βούλει πάλιν ἐξετάσωμεν τὰ ῥητὰ ἐν οἷς πρωτότοκος εἴρηται· ἐν τῷ, “ὅταν δὲ πάλιν εἰσαγάγῃ τὸν πρωτότοκον ἕλ’ τὴν οἰκουμένην, λέγει, “καὶ προσκυνησάτωσαν “αὐτὸν πάντες ἄγγελοι τοῦ Θεοῦ.” ἡ τοῦ “πάλιν” προσθήκη, τὸ μήτε πρώτως γίνεσθαι τοῦτο διὰ τῆς κατὰ λέξιν σημασίας ἐνδείκνυται. ἐπὶ τῆς ἐπαναλήψεως γὰρ τῶν ἅπαξ γεγονότων τῇ λέξει ταύτῃ κεχρήμεθα. οὐκοῦν τὴν ἐπὶ τῷ τέλει τῶν αἰώνων φοβερὰν βερὰν αὐτοῦ ἐπιφάνειαν, σημαίνει τῷ λόγῳ· ὅτε οὐκέτι τῇ τοῦ δούλου καθορᾶται μορφῇ, ἀλλ’ ἑ ’πὶ τοῦ θρόνου τῆς μεγαλοπρεπείας προφανῶς καθήμενος, καὶ ὑπὸ τῶν Ἀγγέλων πάντων τῶν περὶ αὐτὸν μεγαλοπρεπῶς προσκυνούμενος. διὰ τοῦτο ὁ ἅπαξ εἰσελθὼν εἰς τὴν οἰκουμένην, πρωτότοκος γενόμενος ἐκ τῶν νεκρῶν τὲ καὶ ἀδεκφῶν καὶ πάσης τῆς κτίσεως· ὅταν πάλιν εἰσέρχηται εἰς τὴν οἱκουμένην, ὁ κρίνων τὴν οἰκουμένην ἐν δικαιοσύνῃ, καθὼς ἡ προφητεία λέγει, οὐκ ἀποβάλλει τοῦ πρωτοτόκου τὸ ὄνομα, ὃ ἅπαξ ὑπὲρ ἡμῶν κατεδέξατο· ἀλλ’ ὡς ἐν τῷ ὀνόματι Ἰησοῦ πᾶν γόνυ κάμπτει τῷ ὑπὲρ πᾶν ὄντι ὄνομα, οὕτως καὶ τὸν ἐν τῷ ὀνόματι τοῦ πρωτοτόκου γενόμενον, προσκυνεῖ ἅπαν τῶν Ἀγγέλων τὸ πληρημα, τῇ ἀνακλήσει τῶν ἀνθρώπων ἐπευφραινόμενον· ἣν διὰ τοῦ γενέσθαι ἡμῶν πρωτότοκος πάλιν εἰς τὴν ἐξ ἀρχῆς χάριν ἀνεκαλέσατο. καὶ πρωτότοκος δὲ ἐκ νεκρῶν γίνεται, πρῶτος δι’ ἑαυτοῦ τὰς ὠδῖνας τοῦ θανάτου λύσας, ἵνα πᾶσιν ὁδοποιήσῃ τὸν ἐξ ἀναστάσεως τόκον. ἐν ἀδελφοῖς δὲ πάλιν πρωτότοκος, τοῦ καινοῦ τῆς παλιγγενεσίας τόκου προγεννηθεὶς ἐν τῷ ὕδατι· οὗ τὰς ὠδῖνας ἡ πτῆσις τῆς περιστερᾶς ἐμαιεύσατο. δι’ οὗ τοὺς συμμετασχόντας αὐτῷ τῆς ὁμοίας γεννήσεως, ἀδελφοὺς ἑαυτοῦ ποιεῖ. καὶ πρωτότοκος γεννωμένων μετ’ αὐτὸν, ἐκ τοῦ ὕδατός τε καὶ τοῦ Πνεύματος γίνεται. Εἰ ταῦτα τοίνυν κατὰ λόγον νενόηται· οὐδὲ τὸ τῆς κτίσεως σημαινόμενον, ἧς πρωτότοκος ἐστὶν, ἀγνοηθήσεται. διπλῆν γὰρ τῆς φύσεως ἡμῶν τὴν κτίσιν ἐγνώκαμεν. τήν τε πρώτην, καθ’ ἣν ἐπλάσθημεν· καὶ τὴν δευτέραν καθ’ ἣν ἀνεπλάσθημεν. ἀλλ’ οὐκ ἂν r τῆς δευτέρας ἡμῶν κτίσεως χρεία, εἰ μὴ τὴν πρώτην διὰ τῆς παρακοῆς ἠχρειώσαμεν. ἐκείνης τοίνυν παλαιωθείσης τὲ καὶ ἀφανισθείσης, νισθείσης, ἔδει καινὴν ἐν Χριστῷ γενέσθαι κτίσιν, καθὼς φησὶν ὁ Ἀπόστολος, “ἐνδύσασθε,” λέγων, “τὸν καινὸν “κατὰ Θεὸν κτισθέντα.” καὶ “εἴ τις ἐν Χριστῷ,” φησὶν, ““κτίσις.” ταύτης τοίνυν τῆς καινῆς ἐν Χριστῷ κτίσεως, ἧς αὐτὸς καθηγήσατο, πρωτότοκος ὠνομάσθη. ὅτι γὰρ οὐ κατὰ τὴν προαιώνιον ὕπαρξιν ἐφαρμόζεται τῷ Υἱῷ τὸ πρωτότοκος, ἡ τοῦ μονογενοῦς προσηγορία διαμαρτύρεται. ὁ γὰρ ἀληθῶς μονογενὴς, ἀδελφοὺς οὐκ ἔχεν πῶς οὖν ἄν τις εἴη μονογενὴς ἐν ἀδελφοῖς ἀριθμούμενος; ἀλλ’ ὡς λέγεται Θεὸς καὶ ἄνθρωπος, Υἱὸς Θεοῦ καὶ υἱὸς ἀνθρώπου, τὰ μὲν, κατὰ τὴν ὑπερέχουσαν φύσιν ὣν, τὰ δὲ, κατὰ τὴν φιλάνθρωπον οἰκονομίαν γενόμενος, οὕτω καὶ μονογενὴς Θεὸς ὢν, πρωτότοκος πάσης τῆς κτίσεως γίνεται· μονογενὴς μὲν ὢν ἐν τῷ πατρῴῳ κόλπῳ· ἐν δὲ τοῖς διὰ τῆς καινῆς κτίσεως σωζομένοις, πρωτότοκος τῆς κτίσεως καὶ γενόμενος καὶ λεγόμενος. Εἰ δὲ, καθὼς ἡ αἵρεσις βούλεται, δοιὰ τὸ προκατεσκευάσθαι τῆς λοιπῆς κτίσεως πρωτότοκος λέγεται, οὐ συμφωνεῖ τοῖς πη αὐτῶν περὶ τοῦ μονογενοῦς Θεοῦ κατασκευαζομένοις τὸ ὄνομα. οὐ γὰρ τοῦτο φασὶν, ὅτι παρὰ τοῦ Πατρὸς τὴν ἡμῶν περιεβάλετο σάρκα. οὐκοῦν τότε πρωτότοκος, ὅτε πολλοὺς κατὰ χάριν υἱοὺς ἀπέδειξε Θεοῦ. καὶ πρωτότοκος δὲ πάσης καλεῖται κτίσεως, οὐχ ὡς πρωτότοκος αὐτῆς κατὰ χρόνον ὑπάρχων· οὐδὲ τῆς αὐτῆς τοῖς κτίσμα- σιν οὐσίας· ἀλλὰ καθάπερ ἤδη προείρηται, διὰ τὴν πρὸς τὰ κτίσματα συγκατάβασιν, καὶ τὴν πρὸς ἡμᾶς ὁμοίωσιν. ἐπιτηρῆσαί δὲ ὅμως κἀκεῖνο, καλόν. μονογενὴς καλεῖται καὶ πρωτότοκος· ὅτε μὲν οὖν μονογενὴς ὀνομάζεται, οὐδεμιᾶς αὐτῷ συμπεπλεγμέ- νης αἰτίας, καθ’ ἣν ἐστὶ μονογενὴς, τοῦτο καλεῖται. ἀλλὰ ἀπολε- λυμένως ὁ μονογενὴς Θεὸς “ὁ ὣν εἰς τὸν κόλπον τοῦ Πατρός” ὅτε δὲ πρωτότοκον αἱ θεῖαι καλοῦσι γραφαὶ αὐτὸν, εὐθὺς ἐπιφέρουσιν. ὧν ἐστι πρωτότοκος, καὶ τὴν αἰτίαν δι’ ἣν καὶ ταύτην ἔχει τὴν ἐπωνυμίαν. φασὶν γὰρ, “πρωτότοκος ἐν πολλοῖς ἀδελφοῖς.” καὶ “πρωτότοκος ἐκ τῶν νεκρῶν.” ἐπειδὴ γὰρ τὸν Υἱὸν τοῦ Θεοῦ κάτα φύσιν ἔχοντα τὸ πρωτεύειν, καὶ ὅτε γέγονεν ἅνθρωπος τοῦτο μὴ ἀπολέσας, εἰκότως καὶ τῆς πρὸς ἡμᾶς ὁμοιώσεως ἐπιλαβόμενος, πάσης προτάττεται κτίσεως. Οὐδὲ γὰρ καθὸ γέγονεν ἄνθρωπος, ἐλάττων ἔσται τινός· ὅσον εἰς τὸ πρέπον ἀξίωμα τῇ θείᾳ φύσει. ἀλλὰ καὶ οὕτω, πρωτεύει· καὶ καθηγήσεται πάσης ὁμοῦ τῆς κτίσεως· ἅτε δὴ ποιητὴς αὐτῆς ὑπάρχων καὶ Κύριος. οὕτω καὶ ὁ εὐαγγελιστὴς φησίν· “καὶ “ἐθεασάμεθα τὴν δόξαν αὐτοῦ, δόξαν ὡς μονογενοῦς παρὰ ἄλλως τε οὐδὲ εἴρηκεν ἡ θεία γραφὴ, ὅτι περ ἐστὶ πρωτότοκος τῶν ἄλλων κτισμάτων. ἵνα μὴ ὄντως ὡς εἷς ἐξ αὐτῆς εἶναι νοοῖτο· ἀλλὰ πάσης κτίσεως πρωτότοκον αὐτὸν εἴναι φησι. ἴνα δία του “πάσης” εἰπεῖν, ὅλης ὁμοῦ τῆς κτίσεως ἐν μέρει κειμένης, ἕτερος εἶναι παρ’ αὐτὴν πιστεύηται. ὁ δὲ ἔξω πάσης ὑπάρχων κτίσεως, οὐκ ἂν εἴη κτιστῆς οὐσίας, ἀλλ’ ἕτερος παρ’ αὐτήν. καὶ γοῦν ἡ θεῖα γραφὴ τὴν τοιαύτην ἐπιτήρησιν εἰδυῖα σαφῶς, οὐκ ἐκάλεσε τὸν Ῥουβὶμ πρωτότοκον πάντων τῶν τέκνων τοῦ Ἰακώβ. ἵνα μὴ ἕτερος παρὰ τούτους εἶναι νομίζηται. ἀλλὰ μετὰ πολλῆς ἀκριβείας πρωτότοκον αὐτὸν εἶναι φησὶ τοῦ Ἰακὼβ καὶ τῶν αὐτοῦ. εἰ οὖν διὰ τὸ καλεῖσθαι πρωτότοκον πάσης κτίσεως τὸν Υἱὸν τῇ κτίσει συγκαταριθμεῖν αὐτὸν ἐπιχειροῦσι τινὲς, ἔσται καὶ αὐτὸς ἐν τοῖς πᾶσιν. εἰ δέ τις δοίη τοῦτο κρατεῖν, ἑαυτοῦ πρωτότοκος ἔσται· καθὸ πάσης τῆς κτίσεως πρωτότοκος ὢν, καὶ αὐτὸς ἐν τοῖς πᾶσιν ἐστίν. ἔσται οὐν ἑαυτοῦ, καὶ πρωτότοκος καὶ δεύτερος. εἰ μὲν γὰρ διὰ τὸ πάσης κτίσεως εἶναι πρωτότοκον, ἔξω τῶν πάντων αὐτὸν κεῖσθαι νοήσαιμεν, πρῶτος ἔσται τῶν πάντων. εἰ δὲ τοῖς πᾶσι καὶ αὐτὸς συνταχθήσεται, ἑαυτοῦ κατὰ χρόνον ἔσται δεύτερος. πρῶτος μὲν, κατ’ ἐκεῖνον τὸν τρόπον· δεύτερος δὲ, κατὰ τοῦτον. καὶ ἔτι, εἰ διὰ τὸ καλεῖσθαι πρωτότοκος πάσης τῆς κτίσεως, εἷς ἔσται καὶ αὐτὸς τῶν κτισμάτων· γέγονε δὲ πάντα δι’ αὐτοῦ· ἑαυτοῦ ποιητὴς ἔσται καθ’ ὑμᾶς· καὶ ὁ κτίζων, κτίζεται. καὶ τοῦτο, δι’ ἑαυτοῦ. εἰ γὰρ ἐν τοῖς πᾶσιν ἔστι, καὶ πάντα δι’ αὐτοῦ, ἀληθὲς ἔσται τὸ εἰρημένον. καὶ εἰ πᾶσα κτίσις ἐν αὐτῷ συνέστηκε, πῶς εἷς τῶν πάντων εἶναι δύναται, ὁ τοῖς πᾶσι τὸ συνεστάναι διδούς; “Πρωτότοκος δὲ ἐν πολλοῖς ἀδελξοῖς” λέγεται, καθὸ “γέγονεν “ὅμοιος ἡμῖν κατὰ πάντα, χωρὶς ἁμαρτίας.” καὶ καθὸ τὴν ἡμετέραν σάρκα φορέσας, ἀδελφὸς τὲ ἡμῶν χρηματίσας, τοῦτο καλεῖται δικαίως. “πρωτότοκος δὲ ἐκ τῶν νεκρῶν·” πρῶτος γὰρ αὐτὸς εἰς ἀφθαρσίαν ἀνέστησε τὴν ἑαυτοῦ σάρκα, καὶ πρῶτος αὐτὴν εἰς οὐρανοὺς ἀνήγαγε. διὸ καὶ φησὶν, ἐγὼ εἰμὶ ἡ ὀδός.” καὶ “ἐγὼ “εἰμὶ ἡ θύρα.” δι’ αὐτοῦ γὰρ ἡ φύσις ἡ ἀνθρωπεία, καὶ τὴν καινὴν τῆς ἀναστάσεως ὁδὸν βαδίζειν ἐκδιδάσκεται· καὶ ὥσπερ διά τινος θύρας εἰς αὐτὸν ἀνέρχεται τὸν οὐρανόν. καὶ ἄλλως δὲ κατὰ τὸν εὐσεβῆ λόγον διὰ τὴν τοῦ Πατρὸς φιλίαν, ἣν ἔχει περὶ τὰ ἑαυτοῦ κτίσματα, πρωτότοκον ἑαυτὸν πάσης κτίσεως ἐκάλεσε, τῆς τε ὁρωμένης, τῆς τε ἀοράτου, ὁ Υἱός. καὶ τῇ πρὸς τὰ πεποιημένα συγκαταβάσει μονονουχὶ καὶ ἑαυτὸν τούτοις συντάττειν οὐκ ὀκνεῖ. ἱν ἐπειδή περ καλεῖται τούτων πρωτότοκος, δι’ αὐτοῦ σώζηται μετ’ αὐτόν. εἰ γὰρ δεῖ πάντως αὐτὸν εἶναι πρωτότοκον, μενοῦσι πάντως καὶ ὧν ἔσται πρωτότοκος. ἔστι τοίνυν μονογενὴς μὲν κατὰ φύσιν, ἅτε δὴ μόνος ὣν ἐκ Πατρός· Θεὸς ἐκ Θεοῦ· καὶ φῶς ἐκ φωτὸς ἀναλάμψας. πρωτότοκος δὲ δι’ ἡμᾶς. ἱν ὥσπερ ἀθανάτῳ τινὶ ῥίζῃ, πᾶσα ἡ κτίσις ἐγκεκεντρισμένη, καὶ ἐκ τοῦ ἀεὶ ὄντος ἀναβλαστήσασα, γέγονε γὰρ τὰ πάντα δι’ αὐτοῦ, καὶ συνέστηκεν εἰς ἀεὶ, καὶ αὐτὴ διασώζηται. Εἰ δὲ τὸ καλεῖσθαι πρωτότοκον πάσηι κτίσεως κτίσμα κατὰ φύσιν ὄντα, τῇ κτίσει συντάξει τὸν Υἱὸν, ἔσται μὲν ταύτης κατὰ τὸν χρόνον, πρῶτος, συγγενὴς δὲ ὅμως κατὰ τὴν φύσιν, καὶ διὰ τὸ εἰναι κτίσμα τοῖς ἄλλοις ἅπασι προσεοικώς. συγγενὴς οὐν ἔσται καὶ ἀλόγοις ζώοις, ὀρνέοις τὲ καὶ νηκτοῖς. ταῦτα γὰρ εἰ καὶ ἐλάχιστα, μέρη γοῦν τῆς πάσης κτίσεως ἐστίν. ἀλλὰ τοῦτο ἄτοπον. οὐκοῦν εὐσεβῶς μὲν πρωτότοκος, ὡς ἐν πολλοῖς ἀδελφοῖς, διὰ τοὺς κατὰ χάριν εἰς υἱοθεσίαν κεκλημένους, νοηθήσεται. πάσης δὲ κτίσεως ἀνωτέρω κείσεται· ὡς πρὸ ταύτης ὣν, καὶ εἰς τὸ εἶναι παραγαγών· κτιστῆς τὲ αὐτὸς οὐχ ὑπάρχων οὐσίας. καὶ πάλιν, εἰ πρωτότοκος ἐκ Θεοῦ, ὡς τῶν πολλῶν πρῶτος γεννηθείς· ἔστι δὲ καὶ ἐκ τῆς παρθένου πρωτότοκος, εἴη ἃν καὶ ἐξ αὐτῆς ὡς πρωτότοκος ἑτέρων. εἰ δὲ μόνος, ἀλλ’ οὐ πρὸ ἄλλων γεννηθείς. ἐκ Μάριας πρωτότοκος αὐτῆς κέκληται, καὶ ἐκ Θεοῦ ἄρα πρωτότοκος, οὐχ ὡς πολλῶν πρῶτος, ἀλλ’ ὡς μόνος γεννηθείς. εἰ δὲ κτίσμα καὶ αὐτὸς, οὐκέτ’ ἀν’ εἴη πρωτότοκος· οὔτε αὐτὸς γεννηθεὶς, καὶ τῶν ἄλλων ἀδελφῶν οὐκ ὄντων ἐκ πατρός. αὐτὸ δὲ δὴ τοῦτο τὸ εἶναι πρῶτον, εἰκόνα δείκνυσιν αὐτὸν τοῦ Πατρὸς ἀληθινήν. ὥσπερ γὰρ ὁ Πατὴρ πρῶτον ἑαυτὸν εἶναι φησὶ, οὕτω καὶ ὁ Υἱὸς εἰκὼν ἀκριβὴς, καὶ ὁμοίωμα τοῦ πρώτου Πατρὸς ὑπάρχων, πρῶτος καὶ ἔστι καὶ λέγεται. ἐν αὐτῷ γάρ ἐστιν ὁ πρῶτος Πατήρ. καὶ αὐτὸς ὁμοίως ἐν τῷ πρώτῳ Πατρί. καὶ δι’ αὐτοῦ τὰ πάντα γέγονε, καὶ πρὸς υἱοθεσίαν καλεῖται τὰ λογικά. κἂν τὸ λέγεσθαι πρῶτον τῆς κτίσεως εἶναι τὸν Υἰόν. ἀνάγκη συγγενῆ τοῖς μετ αὐτὸν γενομένοις ὑπάρχειν αὐτόν· καὶ τοιοῦτον εἶναι κατὰ φύσιν, ὁποῖα περ ἂν ᾖ τὰ τῷ χρόνῳ δεύτερα. τί ἄρα φατέ; κἂν ὁ Πατὴρ λέγῃ περὶ ἑαυτοῦ, “ἐγὼ πρῶτος καὶ ἐγὼ μετὰ ταῦτα,” ἆρα καὶ αὐτῷ τὸ τῳ χρόνῳ προτερεύειν μόνον τῶν κτισμάτων παραχωρησαντες, γενητὴν περιθήσετε τὴν οὐσίαν; καὶ τοῖς πεποιημένοις αὐτὸν συγκαταριθμήσετε; ἀλλ’ οὐκ ἂν οἶμαί τις εἰς τοσαύτην μανίαν, ὡς τολμῆσαι τοῦτο κἂν δέχεσθαι κατὰ νοῦν. ὥσπερ οὖν τὸ λέγεσθαι πρῶτον τὸν Πατέρα, οὐκ ἀναγκάσει πάντως αὐτὸν συγγενῆ τοῖς μετ’ αὐτὸν νοεῖσθαι· οὕτω κἂν ὁ Υἱὸς πρῶτος λέγηται τῆς κτίσεως, οὐ πάντως ἔσται τῶν ποιημάτων εἱς. ἀλλ’ ὥσπερ ὁ Πατὴρ ἀρχὴν ἑαυτὸν τῶν πάντων ἀποδεικνύων ἔλεγεν, “ἐγὼ “πρῶτος,” οὕτω καὶ ὁ Υἱὸς πρωτότοκος τῆς κτίσεως λέγεται. δι’ αὐτοῦ γὰρ τὰ πάντα γέγονε, καὶ αὐτός ἐστιν ἡ πάντων τῶν κτισμάτων ἀρχή. ὡς κτίστης καὶ δημιουργός. Οὓς δὲ προώρισε, τούτους καὶ ἐκάλεσεν. οὓς δὲ ἐκάλεσε, τούτους καὶ ἐδικαίωσε. καὶ οὓς ἐδικαίωσε, τούτους καὶ ἐδόξασεν.