Ancient Greek
Chapter 8, Verse 29
Catenae (Novum Testamentum), Catena In Epistulam Ad Romanos (typus Monacensis) 8.29.4
Not analysed yet
Θεοδωρήτου. Ἀκριβῶς δὲ σφόδρα οὐκ εἶπε συμμόρφους τοῦ Υἱοῦ αὐτοῦ· σαφέστερον δὲ τοῦτο τέθεικεν ἐν τῇ πρὸς Φιλιππησίους. εἰρηκὼς γάρ· “ἡμῶν δὲ τὸ πολίτευμα ἐν οὐρανοῖς ὑπάρχει. “ἐξ καὶ καὶ Σωτῆρα ἀπεκδεχόμεθα, Κύριον Ἰησοῦν Χριστὸν,” “ὃς μετασχηματίσει τὸ σῶμα τῆς ταπεινώσεως ἡμῶν, εἰς “τὸ γενέσθαι σύμμορφον αὐτὸ τῷ σώματι τῆς δόξης αὐτοῦ.” οὐ γὰρ δὴ τῇ θεότητι αὐτοῦ σύμμορφον ἡμῶν ἔσται τὸ σῶμα, ἀλλὰ “τῷ σώματι τῆς δόξης αὐτοῦ.” οὕτω κἀνταῦθα, τοὺς τῆς ἀξιωθέντας, τῆς εἰκόνος τοῦ Υἰοῦ συμμόρφους ὠνόμασεν. τουτέστι, τοῦ σώματος τοῦ Υἱοῦ. ἐπειδὴ γὰρ ἀόρατος ἡ θεία φύσις· τὸ δὲ σῶμα ὁρατὸν, ὡς ἐν εἰκόνι τινὶ διὰ τοῦ σώματος προσκυνεῖται. ἣ εἰκόνα τοῦ Υἱοῦ, τὸ σῶμα αὐτοῦ φησίν. ἐπειδὴ ὁ ἐκ σπέρματος Δαβὶδ, εἰκὼν τοῦ Λόγου κατὰ τὴν υἱότητα. Υἱὸς γὰρ προσηγορεύθη διὰ τὴν πρὸς τὸν Λόγον ἕνωσιν. σύμμορφοι γοῦν ἐσώμεθα τῷ ἐκ Δαβίδ· εἰ γὰρ καὶ σαρκὶ ἁγίᾳ καὶ καθαρᾷ καὶ ἡνωμένῃ Θεῷ συμμορφούμεθα, ἀλλ’ ὅμως ἔχομεν οἰκειότητα, πρὸς τὸ σύμμορφοι γενέσθαι ὡς ἄνθρωποι ἀνθρώπῳ.