Ancient Greek
8.29.5 to 8.29.6
Catenae (Novum Testamentum), Catena In Epistulam Ad Romanos (typus Monacensis) 8.29.5-6
Not analysed yet
Σευηριανοῦ. Ἢ τῆς εἰκόνος τοῦ Υἱοῦ, ἀντὶ τοῦ Ἁγίου Πνεύματος. ὥσπερ γὰρ Υἱὸς τοῦ Πατρὸς εἰκὼν ἀπαράλλακτος, οὕτω καὶ τὸ Πνεῦμα, τοῦ Υἱοῦ. ὅσοι οὖν Πνεύματος Ἁγίου ἀξιωθέντες, πνευματικῶς ζῶσιν, οὗτοι σύμμορφοι εἰσὶ τοῦ Πνεύματος· ὁ ἐστιν, εἰκὼν τοῦ Υἱοῦ. Βασιλείου. Διὰ τοῦτο καὶ Θεοῦ μὲν ὁ Υἱὸς, Λόγος· ῥῆμα δὲ Υἱοῦ, τὸ Πνεῦμα. “φέρων γάρ,” φησι, “τὰ πάντα τῆς δυνάμεως αὐτοῦ. καὶ ἐπειδὴ ῥῆμα Υἱοῦ, καὶ διὰ τοῦτο “Θεοῦ, “τὴν μάχαιραν,” φησὶ, “τοῦ Πνεύματος. “Θεοῦ.” ῥῆμα δὲ, ζῶν καὶ