Ancient Greek
Chapter 8, Verse 29
Catenae (Novum Testamentum), Catena In Epistulam Ad Romanos (typus Monacensis) 8.29.7
Not analysed yet
Χρυσοστόμου. Εἶδες τιμῆς ὄγκον; ὅπερ ὁμογενὴς ἦν τοῦτο καὶ οἱ κατὰ πρόθεσιν κληθέντες γεγόνασιν ἐν χάριτι. ἀλλ’ ὅμως, οὐκ ἠρκέσθη τῷ εἰπεῖν συμμόρφους, ἀλλὰ καὶ ἕτερον προστέθεικεν, “εἰς τὸ εἶναι αὐτὸν πρωτότοκον.” καὶ οὐδὲ ἐνταῦθα ἔστη· ἀλλὰ καὶ ἕτερον ἐπάγει, “ἐν πολλοῖς ἀδελφοῖς.” διὰ πάντων, σαφῆ τὴν συγγένειαν ἐπιδεῖξαι βουλόμενος. ταῦτα δὲ πάντα περὶ τῆς οἰκονομίας εἰρῆσθαι νόμιζε. κατὰ γὰρ τὴν θεότητα, μονογενής.