Ancient Greek
Chapter 8, Verse 3
Catenae (Novum Testamentum), Catena In Epistulam Ad Romanos (typus Monacensis) 8.3.10
Not analysed yet
Χρυσοστόμου. Τί οὖν πρός με s τοῦτο φησί; εἰ ταῦτα ἐν ἐκείνῃ τῇ σαρκὶ γέγονε, πρὸς σὲ μὲν οὖν μάλιστα· διὸ καὶ ἐπήγαγεν, “ἵνα τὸ δικαίωμα τοῦ νόμου πληρωθῇ ἐν ἡμῖν, τοῖς μὴ “κατὰ σάρκα περιπατοῦσι.” τί ἐστι “τὸ δικαίωμα ;” τὸ τέλος, ὁ σκοπὸς, τὸ κατόρθωμα. τι γὰρ ἐκεῖνος ἐβούλετο ; καὶ τί ποτε ἐπέταττεν ; ἀναμάρτητον εἶναι. τοῦτο τοίνυν κατόρθωται νῦν ἡμῖν διὰ τοῦ Χριστοῦ. καὶ τὸ μὲν ἀντιστῆναι καὶ περιγενέσθαι, γέγονεν ἐκείνου. τὸ δὲ ἀπολαῦσαι τῆς νίκης, ἡμέτερον. οὐκοῦν οὐχ ἁμαρτησόμεθα λοιπόν ; οὐχ ἁμαρτησόμεθα, ἃν μὴ σφόδρα ὦμεν ἐκλελυμένοι καὶ ἀναπεπτωκότες. διὸ καὶ προσέθηκε “τοῖς μὴ “κατὰ σάρκα περιπατοῦσιν.” ἵνα γὰρ μὴ ἀκούσας ὅτι ἐρρύσατο ὁ Χριστὸς τοῦ πολέμου τῆς ἁμαρτίας, καὶ ὅτι τὸ δικαίωμα τοῦ νόμου πεπλήρωται ἐν σοί· τῆς ἁμαρτίας κατακριθείσης ἐν τῆ σαρκὶ, καταλύσῃς τὴν παρασκευὴν ἅπασαν. διὰ τοῦτο καὶ ἐκεῖ εἰπὼν “οὐδὲν ἄρα κατάκριμα· τοῖς μὴ κατὰ σάρκα περιπατοῦσι.” καὶ ἐνταῦθα λέγων, “ἵνα τὸ δικαίωμα τοῦ νόμου πληρωθῇ ἐν ἡμῖν,” τὸ αὐτὸ τοῦτο ἐπήγαγε. μᾶλλον δὲ ούχί τοῦτο μόνον, άλλὰ καὶ πολλῷ πλέον. εἰπὼν γὰρ “τοῖς μὴ κατὰ σάρκα περιπατοῦσιν,” ἐπήγαγεν, ἀλλὰ “κατὰ Πνεῦμα.” δεικνὺς ὅτι οὐ κακῶν δεῖ μόνον ἀπέχεσθαι, ἀλλὰ καὶ ἐν ἀγαθοῖς κομᾷν. τὸ μὲν γὰρ δοῦναι σοι τὸν στέφανον, ἐκείνου. τὸ δὲ κατασχεῖν δοθέντα, σόν. καὶ γὰρ ὅπερ ἦν δικαίωμα νόμου, τὸ μὴ γενέσθαι ὑπεύθυνον τῇ ἀρᾷ, τοῦτο ἤνυσέ σοι ὁ Χριστός. μὴ τοίνυν προδῷς τὴν τοσαύτην δωρεάν t. δείκνυσι γὰρ ἐνταῦθά σοι, ὅτι οὐκ ἀρκεῖ τὸ λουτρὸν ἡμῖν εἰς σωτηρίαν, ἃν μὴ μετὰ τοῦ λουτροῦ ἄξιον ἐπιδειξώμεθα βίον τῆς δωρεᾶς. ὥστε πάλιν τῷ νόμῳ συνηγορεῖ ταῦτα λέγων. καὶ γὰρ καὶ μετὰ τὸ πεισθῆναι τῷ Χριστῷ, πάντα δεῖ ποιεῖν καὶ πραγματεύεσθαι. ὥστε τὸ ἐκείνου δικαίωμα μένειν ἐν ἡμῖν, ὅπερ ἐπλήρωσεν ὁ Χριστὸς, καὶ μὴ διαφθαρῆναι. Σευηριανοῦ καὶ Θεοδώρου. Τινὲς δὲ τὸ “μὴ κατὰ σάρκα “περιπατοῦσιν,” ἀντὶ τοῦ κατὰ τὸν νόμον εἶπον· εἶχε γὰρ ὁ νόμος παρατηρήσεις σαρκικάς· σαρκικὸν δὲ ἦν καὶ τὸ παραχωρῆσαι τρυφᾶν.