Ancient Greek
Chapter 8, Verse 3
Catenae (Novum Testamentum), Catena In Epistulam Ad Romanos (typus Monacensis) 8.3.9
Not analysed yet
Τοῦ Θεοδόγου. Σὺ δὲ πρὸς τὸν λέγοντα ὅτι ἐλάττων ὁ Υἱὸς τοῦ Πατρός· ἐπέμφθη γὰρ παρ’ αὐτοῦ, ὡς καὶ Παῦλος φησὶ, εἰπὲ, μηδὲν ἐνδοιάσας· ἀπεστάλη μὲν ἀλλ’ ὡς ἄνθρωπος. διπλοῦς γὰρ ἦν, ἐπεὶ καὶ ἐκοπίασε, καὶ ἐπείνησε, καὶ ἐδίψησε, καὶ ἠγωνίασε καὶ ἐδάκρυσε, νόμῳ σώματος. εἰ δὲ καὶ ὡς Θεὸς, τί τοῦτο ; τὴν εὐδοκίαν τοῦ Πατρὸς ἀποστολὴν εἶναι νόμισον, ἐφ’ ὃν ἀναφέρει τὰ ἑαυτοῦ. καὶ ὡς ἀρχὴν τιμῶν ἄγχρονον, καὶ τοῦ μὴ δοκεῖν εἶναι ἀντίθεος. Σευηριανοῦ καὶ Θεοδώρου. Τέως δὲ οὐχ ὁ νόμος φησὶ, ἀδύνατα ἔπραττεν, ἀλλ’ ἡ σὰρξ οὐκ ἠδύνατο πληρῶσαι τὴν τοῦ νόμου πολιτείαν, διὰ τὸν ἐμποδίζοντα πονηρόν· ὃν διὰ τῆς ἑαυτοῦ σαρκὸς κατέκρινεν ὁ Χριστός· ἣν ὅταν ἀποβλέψῃ πρὸς τὸ αὐτῆς ἀναμάρτητον καὶ ὅσιον καὶ καθαρὸν, ὁμοίωμα σαρκὸς ὀνομάζει. ἔπεμψεν οὖν, φησι, ὁ Θεὸς τὸν Υἱὸν αὐτοῦ, οὐκ ἐν ὁμοιώματι Ἀγγέλου, ἢ τινὸς ἄλλου, ἀλλ’ ἐν ὁμοιώματι σαρκός. ἵνα σαρκὸς ἡττηθείσης ἐπὶ τοῦ Ἀδὰμ, σὰρξ καταγωνίσηται τὸν πονηρὸν ἐπὶ τοῦ Χριστοῦ. ἀπεστάλη δὲ ὁ Κύριος, διὰ τὴν ἐπικρατήσασαν τῶν ἀνθρώπων ἁμαρτίαν. τοῦτο γὰρ τὸ “καὶ περὶ ἁμαρτίας·” ἀντὶ τοῦ, διὰ τὴν ἁμαρτίαν. παρέλκει δὲ τὸ “καί.” ἣν κατέκρινεν ἐν τῇ σαρκὶ αὐτοῦ.