Ancient Greek
Chapter 8, Verse 3
Catenae (Novum Testamentum), Catena In Epistulam Ad Romanos (typus Monacensis) 8.3.4
Not analysed yet
Βασιλείου. Φαίνεται γὰρ ὁ Κύριος, τὰ μὲν φυσικὰ πάθη παραδεξάμενος πρὸς βεβαίωσιν τῆς ἀληθινῆς καὶ οὐ κατὰ φαντασίαν ἐνανθρωπήσεως. τὰ δὲ ἀπὸ κακίας πάθη, ὅσα τὸ καθαρὸν τῆς ζωῆς ἡμῶν ῥυπαίνει, ὡς ἀνάξια τῆς ἀχράντου θεότητος ἀπωσάμενος· καὶ διὰ τοῦτο εἴρηται ἐν ὁμοιώματι γεγενῆσθαι αὐτὸν σαρκὸς ἁμαρτίας· ὥστε σάρκα μὲν τὴν ἡμετέραν ἔλαβε, μετὰ τῶν Φυσικῶν αὐτῆς παθῶν· ἁμαρτίαν δὲ οὐκ ἐποίησε.