Ancient Greek
Chapter 8, Verse 3
Catenae (Novum Testamentum), Catena In Epistulam Ad Romanos (typus Monacensis) 8.3.5
Not analysed yet
Μαξίμου. Καὶ ἄλλως δὲ σάρξ ἁμαρτίας ἐστὶν ἡ ἐκ σπορᾶς ἀνδρὸς τὴν γένεσιν ἔχουσα. κατὰ ταὐτὸν γὰρ ἔχει δυνάμει τὴν ἁμαρτίαν, καὶ τὴν φθορὰν κατὰ φύσιν. τὴν μὲν, ἀρχήν· τὴν δὲ, τέλος ἔχονσαν τῆς οἰκείας γενέσεως· ἡ δὲ ἐν ὁμοιώματι σαρκὸς ἁμαρτίας ἐστὶ σὰρξ, ἡ δίχα σπορᾶς ἀνδρὸς συστᾶσα τοῦ Κυρίου σάρξ· κατὰ φύσιν μὲν ἔχουσα τὴν φθορὰν, καθ’ ἣν ἡμῖν ὅμοιος ἦν· κατὰ δύναμιν δὲ φύσεως τὴν ἀναμαρτησίαν, καθ’ ἣν ἡμῖν ἀνόμοιος ἢν.