Ancient Greek
Chapter 8, Verse 3
Catenae (Novum Testamentum), Catena In Epistulam Ad Romanos (typus Monacensis) 8.3.7
Not analysed yet
Γενναδίου. Καὶ οὕτως δὲ τίς ἄνωθεν διεξῆλθε περὶ τῶν προκειμένων. ἣν ὁ νόμος δικαίωσιν ὑπαγορεύων, ἠτόνει διὰ τῆς ἡμετέρας σαρκὸς ἐν ἡμῖν κατορθῶσαι, ταύτην ἐν Χριστῷ παρέσχεν ἡμῖν ὁ Θεός. τὸν γὰρ Υἱὸν πέμψας τὸν αὐτοῦ, σάρκα τὴν αὐτὴν ἡμῖν ἔχοντα, παθητὴν τὲ καὶ ἁμαρτητικὴν, οὐχὶ τῷ ἁμαρτεῖν, ἀλλὰ τῷ ἱκανὴν εἶναι ὑποδέχεσθαι. ὁμοίωμα γὰρ σαρκὸς ἁμαρτίας, τὴν ἐνδεχομένην ἁμαρτῆσαι σάρκα φησί. ὡς καὶ τὸ “ἐν ὁμοιώματι “ἀνθρώπου γενόμενος,” ἀντὶ τοῦ, γενόμενος ἄνθρωπος. ταύτην οὖν ἔχοντα τὴν σάρκα, φησὶ, “ὁ Θεὸς τὸν ἑαυτοῦ Υἱὸν πέμψας “περὶ ἁμαρτίας,” τουτέστιν, ἐφ’ ᾧ τὴν ἁμαρτίαν καταγωνίσασθαι, “κατέκρινε τὴν ἁμαρτίαν ἐν τῇ σαρκί.” ἀνέπαφον αὐτῇ καὶ ἀνάλωτον παντελῶς διαφυλάξας αὐτήν.