Ancient Greek
Chapter 8, Verse 3
Catenae (Novum Testamentum), Catena In Epistulam Ad Romanos (typus Monacensis) 8.3.8
Not analysed yet
Φωτίου. Δυνατὸν γὰρ καὶ οὕτω στίξαντα, ἀναγνῶναι· “ὁ Θεὸς “τὸν ἑαυτοῦ πέμψας Υἱὸν ἐν ὁμοιώματι σαρκὸς ἁμαρτίας, καὶ “περὶ ἁμαρτίας·” εἶτα ἐπαγαγεῖν, “κατέκρινε τὴν ἁμαρτίαν ἐν “τῇ σαρκί.” τουτέστι τὸν Υἰὶν περὶ ἁμαρτίας· ἤγουν ἕνεκα τῆς ἁμαρτίας, τοῦ ἐξᾶραι αὐτήν· καὶ ἐλευθερῶσαι ἡμᾶς ἀπὸ ταύτης. πῶς οὖν ἐξῆρε ; κατακρίνας αὐτήν. οὐ γὰρ ἁπλῶς καὶ ἐξουσιαστικῶς· ἀλλ’ ὑπὸ δίκην ἀγαγὼν αὐτὴν, καὶ δείξας ἁλοῦσαν. πῶς οὖν ἑάλω καὶ ἥττηται ; ἐν τῇ σαρκὶ αὐτοῦ. προσιέναι γὰρ βουληθεῖσα καὶ μὴ ἰσχύσασα, ἑάλω καὶ ἥττηται.