Ancient Greek
Chapter 8, Verse 32
Catenae (Novum Testamentum), Catena In Epistulam Ad Romanos (typus Monacensis) 8.32.1
Not analysed yet
Χρυσοστόμου. Οὐκ ἀρκεσθεὶς τοῖς εἰρημένοις, τὸ μέγιστον σημεῖον τῆς περὶ ἡμᾶς ἀγάπης, καὶ ὃ συνεχῶς ἀεὶ περιστρέφει, τοῦτο καὶ ἐνταῦθα τίθησι, τὴν σφαγὴν τοῦ παιδός. οὐ γὰρ ἐδικαίωσε μόνον φησὶν, καὶ ἐδόξασε, καὶ συμμόρφους ἐποίησε τῆς εἰκόνος ἐκείνης, ἀλλ’ οὐδὲ τοῦ παιδὸς ἐφείσατο διὰ σέ. καὶ μεθ’ ὑπερβολῆς καὶ πολλῆς τῆς θερμότητος ταῖς λέξεσι κέχρηται. ἵνα ἐνδείξηται αὐτοῦ τὴν ἀγάπην. πῶς οὖν ἡμᾶς προήσεται, ὑπὲρ ὧν τοῦ ἰδίου Υἱοῦ οὐκ ἐφείσατο, ἀλλ’ ὑπὲρ ἡμῶν πάντων παρέδωκεν αὐτόν; ἐννόησον γὰρ ὅσης ἀγαθότητος, τὸ καὶ τοῦ ἰδίου Υἱοῦ μὴ φείσασθαι· σθαι· ἀλλὰ καὶ δοῦναι, καὶ ὑπὲρ πάντων ἐκδοῦναι, καὶ εὐτελῶν, καὶ ἀγνωμόνων, καὶ ἐχθρῶν, κα βλασφήμων. “πῶς οὑν οὐχὶ καὶ “σὺν αὐτῷ τὰ πάντα ἡμῖν χαρίσεται ; ”ὃ δὲ λέγει, τοιοῦτόν ἐστιν. εἰ τὸν Υἱὸν αὐτοῦ ἐχαρίσατο, καὶ οὐχ ἁπλῶς ἐχαρίσατο, ἀλλὰ καὶ σφαγῇ παρέδωκε, τι λοιπὸν ὑπὲρ τῶν ἄλλων ἀμφιβάλλεις, τὸν δεσπότην λαβών; τί διστάζεις ὑπὲρ τῶν κτημάτων, τὸν Κύριον ἔχων; ὁ γὰρ τὸ μεῖζον τοῖς ἐχθροῖς δεδωκὼς, πῶς τὰ ἐλάττονα οὐ δώσει τοῖς φίλοις;