Ancient Greek
Chapter 8, Verse 32
Catenae (Novum Testamentum), Catena In Epistulam Ad Romanos (typus Monacensis) 8.32.2
Not analysed yet
Φωτίου. Τέθεικε τοίνυν τὸ, “ὅς γε τοῦ ἰδίου Υἱοῦ οὐκ ἐφείσατο, τὴν κηδεμονίαν ὡς ἔφαμεν τὴν ἄφατον τοῦ Θεοῦ τὴν περὶ ἡμᾶς ἐνδεικνύμενος. καὶ ἅμα εἴ τι δυσχερὲς ὑπό τινος πάσχομεν, καρτερεῖν διὰ τοῦ παραδείγματος παραινῶν. οὐ μόνον δὲ, ἀλλὰ κα ἀνακτώμενος καὶ παρηγορῶν· εἰ γὰρ ὁ Υἱὸς τοσαῦτα ὑπὲρ σοῦ ἔπαθε, τί σε χρῆ παθεῖν ὑπὲρ αὐτοῦ; καὶ εἰ ἐκεῖνος τοιαῦτα παθὼν, τῆς πατρικῆς δόξης τε καὶ θεότητος οὐδέν τι καθυφειμένον ἐδέξατο· μὴ δὲ σὺ ὀλιγωρήσῃς πάσχων ταῦτα. πάντως γὰρ τῶν ἐπηγγελμένων, καὶ μετὰ τὰ παθήματα, καὶ μετὰ τῶν θάνατον, ἀξιωθήσῃ.