Ancient Greek
Chapter 8, Verse 33
Catenae (Novum Testamentum), Catena In Epistulam Ad Romanos (typus Monacensis) 8.33.1
Not analysed yet
Χρτσοστόμου. ταῦτα πρὸς τοὺς λέγοντας ὅτι οὐδὲν ἡ πίστις ὠφελεῖ, καὶ ἀπιστοῦντας τῇ ἀθρόᾳ μεταβολῇ. καὶ ὅρα πῶς τά- χεως αὐτοὺς ἐπεστόμισεν, ἀπὸ τοῦ ἀξιώματος τοῦ ἐκλεξαμένου· καὶ οὐκ εἶπε, τίς ἐγκαλέσει κατὰ τῶν δούλων τοῦ Θεοῦ; οὐδὲ κατὰ τῶν πιστῶν τοῦ Θεοῦ; ἀλλὰ “κατὰ τῶν ἐκλεκτῶν Θεοῦ; “ἡ γὰρ ἐκλογὴ, ἀρετῆς σημεῖον ἐστίν· εἰ γὰρ, ἐπειδὰν πωλοδάμνης πώλους ἐκλέξηται πρὸς δρόμον ἐπιτηδείους, οὐδεὶς ἐπισκῆψαι δυνήσεται, ἀλλὰ καταγέλαστος γίνεται, κἂν ἐγκαλέσῃ τίς, πολλῷ μᾶλλον ὅταν ὁ Θεὸς ἐκλέγηται ψυχὰς, καταγέλαστοι οἱ ἐγκαλοῦντες. οὐκ εἶπε δὲ Θεὸς ὁ ἀφεὶς ἁμαρτήματα· ἀλλ’ ὃ πολλῷ μεῖζον ἦν, “Θεὸς ὁ δοκαιῶν.” ὅταν γὰρ ἡ δικαστοῦ ψῆφος, δίκαιον ἀποφήνῃ, καὶ δικαστοῦ τοιούτου, τίνος ἄξιος ὁ κατηγορῶν; οὐκοῦν οὔτε τοὺς πειρασμοὺς φοβεῖσθαι δικαιον ὑπὲρ ἡμῶν γάρ ἐστιν ὁ Θεός. καὶ ἐδήλωσεν ἐξ ὧν ἐποίησεν.) οὔτε τὰς φλυαρίας τὰς Ἰουδαικάς. καὶ γὰρ καὶ ἐξελέξατο ἡμᾶς καὶ ἐδικαίωσε. καὶ τὸ δὴ θαυμαστὸν, ὅτι καὶ διὰ τῆς σφαγῆς τοῦ παιδὸς, ἐδικαίωσε. τίς οὖν ἡμᾶς κατεδίκασεν;