Ancient Greek
Chapter 8, Verse 33
Catenae (Novum Testamentum), Catena In Epistulam Ad Romanos (typus Monacensis) 8.33.2
Not analysed yet
Φωτίου. Ἐν τοῖς ἔμπροσθεν δὲ εἰπὼν τοὺς πειρασμοὺς τοὺς διὰ θλίψεων καὶ βασάνων, ἐν τῷ εἰπεῖν “τις καθ᾿ ἡμῶν;” νῦν ἕτερον εἶδος πειρασμῶν λέγει· τοὺς ὀνειδισμοὺς, τὰς μέμψεις, τὰς λοιδορίας, ἃς κατέχεον οἱ ἄπιστοι τῶν πιστῶν. καὶ τοῦτο δηλοῖ διὰ τοῦ λέγειν, “τίς ἐγκαλέσει κατὰ ἐκλεκτῶν Θεοῦ;” καὶ ἀποδεί- κἀνταῦθα, ὥσπερ καὶ ἐπὶ τῶν εἰρημένων, ὅτι Θεοῦ δικαισῦντος, εἰς μάτην γλωσσαλγοῦσιν οἱ αἰτιώμενοι καὶ κατακρίνοντες.