Ancient Greek
Chapter 8, Verse 34
Catenae (Novum Testamentum), Catena In Epistulam Ad Romanos (typus Monacensis) 8.34.1
Not analysed yet
Χρυσοστόμου. τίς, φησιν, ἡμᾶς καταδικάσει, τοῦ Χριστοῦ δι’ ἡμᾶς σφαγέντος· καὶ μετὰ τὴν σφαγὴν, καὶ ὑπὲρ ἡμῶν ἐντυγχάνοντος; καὶ γὰρ ἐπὶ τῆς οἰκείας ἀξίας φανεὶς, οὐ κατέλυσε τὴν ὑπὲρ ἡμῶν πρόνοιαν. ἀλλὰ καὶ ἐντυγχάνει ὑπὲρ ἡμῶν· καὶ τὴν αὐτὴν ἀγάπην μένει διατηρῶν. οὐδὲ γὰρ ἠρκέσθη τῇ σφαγῇ μόνον, ὅπερ μεγίστου μάλιστά ἐστι φίλτρου, τὸ μὴ μόνον τὰ εἰς αὐτὸν ἥκοντα ποιεῖν, ἀλλὰ καὶ ἕτερον ὑπὲρ τούτου παρακαλεῖν. τοῦτο γὰρ μόνον διὰ τοῦ ἐντυγχάνει, δηλῶσαι ἠβουλήθη, ἀνθρωπικώτερον διαλεχθεὶς καὶ συγκαταβατικώτερον· ἵνα τὴν ἀγάπην ἐνδείξηται. ἐπεὶ καὶ τὸ, “οὐκ ἐφείσατο,,” ἐὰν μὴ μετὰ ταύτης τῆς ἐννοίας, πολλὰ τὰ ἄτοπα ἕψεται. καὶ ἵνα μάθῃς ὅτι τοῦτο ἐστιν ὃ κατασκευάσαι βούλεται, πρότερον εἰπὼν ὅτι ἔστιν ἐν δεξιᾷ, τότε ἐπήγαγεν, ὅτι ἐντυγχάνει ὑπὲρ ἡμῶν, ὅτε τὴν ὑμοτιμίαν ἔδειξε καὶ τὴν ἰσότητα. ἵνα λοιπὸν τὸ, ἐντυγχάνει, μὴ ἐλαττώσεως, ἀλλὰ ἀγάπης φαίνηται ὄν. ὁ γὰρ αὐτοξωὴ ὣν, καὶ πηγὴ τῶν ἀγαθῶν ἁπάντων, καὶ μετ’ ἐξουσίας τῆς αὐτῆς τῷ Πατρὶ, καὶ νεκροὺς ἐγείρων καὶ ζωοποιῶν, καὶ τὰ ἄλλα πάντα ποιῶν, πῶς ἂν ἐντεύξεως ἐδεήθη εἰς τὸ ὠφελῆσαι ἡμᾶς, ὁ ἀπεγνωσμένους καὶ καταδεδικασμένους, καὶ ἐξ οἰκείας ἐξουσίας, καὶ τῆς καταδίκης ἐκείνης ἀπαλλάξας, καὶ δικαίους υἱοὺς ποιήσας, καὶ πρὸς τὰς ἀνωτάτω τιμὰς ἀγαγὼν, καὶ τὰ μηδέποτε ἐλπισθέντα εἰς ἔργον ἀγαγὼν, πῶς ἂν μετὰ τὸ κατορθῶσαι πάντα, καὶ τὴν φύσιν τὴν ἡμετέραν δεῖξαι, ἐπὶ τοῦ θρόνου τοῦ βασιλικοῦ, πρὸς τὰ εὐκολώτερα, ἐντυχίας ἐδεῖτο; ὁρᾷς πῶς πανταχόθεν δείκνυται, ὅτι τὸ, ἐντυγχάνει δι’ οὐδὲν ἕτερον εἴρηκεν, ἀλλ’ ἵνα τὸ θερμὸν καὶ ἀκμάζον τῆς περὶ ἡμᾶς ἀγάπης ἐνδείξηται. ἐπεὶ καὶ ὁ Πατὴρ φαίνεται παρακαλῶν ἀνθρώπους καταλλαγῆναι αὐτῷ. “ὑπὲρ “Χριστοῦ γὰρ πρεσβεύομεν,” φησὶν, “ὡς τοῦ “λοῦντος δι’ ἡμῶν.” ἀλλ’ ὅμως καὶ Θεοῦ, καὶ ἀνθρώπων Χριστοῦ πρεσβευομένων, οὐδὲν ἀνάξιον ἐννοοῦμεν ἐντεῦθεν τῆς ἀξίας ἐκείνης, ἀλλ’ ἓν μόνον ἐκ τῶν εἰρημένων ἁπάντων συλλέγομεν, τὴν τῆς ἀγάπης ἐπίτασιν. τοῦτο δὴ καὶ ἐνταῦθα ποιῶμεν. εἰ τοίνυν καὶ “τὸ Πνεῦμα ἐντυγχάνει στεναγμοῖς ἀλαλήτοις,” καὶ ὁ Χριστὸς ἀπέθανε καὶ ὑπερεντυγχάνει ὑπὲρ ἡμῶν, καὶ ὁ Πατὴρ τοῦ ἰδίου Υἰοῦ οὐκ ἐφείσατο διὰ σὲ, καὶ ἐξελέξατό σε καὶ έδικαίωσέ σε, τί λοιπὸν δέδοικας τοσαύτης ἀπολαύων ἀγάπης;